Versioni di greco di Lisia tradotte in italiano

Un marito costringe l'ancella a rivelare il tradimento della moglie

Ελθων οικαδε εκελευον ακολουθειν μοι την θεραπαιναν εις την αγοραν, αγαγων δ' αυτην ως των επιτηδειων τινα ελεγον οτι εγω παντα ειην πεπυσμενος τα γιγνομενα εν τη οικια· «Σοι ουν», εφην, «εξεστι δυοιν οποτερον βουλει ελεσθαι, η μαστιγωθεισαν εις μυλωνα εμπεσειν και μηδεποτε παυσασθαι κακοις τοιουτοις συνεχομενην, η κατειπουσαν απαντα ταληθη μηδεν παθειν κακον αλλα συγγνωμης παρ' εμου τυχειν των ημαρτημενων. Ψευση δε μηδεν, αλλα παντα ταληθη λεγε». Κακεινη το μεν πρωτον εξαρνος ην, και ποιειν εκελευεν ο τι βουλομαν ουδεν γαρ ειδεναι· επειδη δε εγω εμνησθην Ερατοσθενους προς αυτην, και ειπον οτι...

Traduzione

L'invalido merita il sussidio

Λεγει ο κατηγορος ου δικαιως με λαμβανειν το παρα της πολεως αργυριον λεγει γαρ εμε τεχνην γιγνωσκειν τοιαυτην ωστε και ανευ του αργυριου τουτου απο της πολεως ποριζομενου δυνατον ειναι ζην. Και τεκμηριοις χρηται της μεν του σωματος ρωμης, οτι επι τους ιππους αναβαινω, της δ' εν τη τεχνη ευποριας, οτι συνειμι ανθρωποις δυνατοις αναλισκειν. Την μεν ουν εκ της τεχνης ευποριαν και τον αλλον τον εμον βιον, οιος τυγχανει ων, παντας υμας οιομαι γιγνωσκειν ομως δε και εγω δια βραχεων ερω. Εμοι γαρ ο μεν πατηρ κατελιπεν ουδεν, την δε μητερα τελευτησασαν πεπαυμαι τρεφων τριτον ετος τουτι, παιδες δε μοι...

Traduzione

Epitafio per i caduti

Προσηκει τουτους ευδαιμονεστατους ηγεισθαι οιτινες, υπερ των μεγιστων και καλλιστων κινδυνευσαντες, ουτω τον βιον ετελευτησαν, ουκ επιτρεψαντες τα περι αυτων τη τυχη, ουδ' αναμειναντες τον αυτοματον θανατον, αλλ' εκλεξαμενοι τον καλλιστον. Και γαρ τοι αγηρατοι μεν αυτων αι μνημαι, ζηλωται δε υπο παντων ανθρωπων αι τιμαι· οι πενθουνται μεν δια την φυσιν ως θνητοι, υμνουνται δ' ως αθανατοι δια την αρετην. Και γαρ τοι θαπτονται δημοσια, και αγωνες ποιουνται επ' αυτοις ρωμης και σοφιας και πλουτου, ως αξιους οντας τους εν τω πολεμω τετελευτηκοτας ταις αυταις τιμαις και τους αθανατους τιμασθαι. Εγω...

Traduzione

La docimasia

Ταυτα ουν σκοπεισθε· κακεινο δε ενθυμεισθε, οτι ο γραψας τον περι των δοκιμασιων νομον ουκ ηκιστα των εν ολιγαρχια αρξαντωυ ενεκα εγραψε, ηγουμενος δεινον ειναι, ει δ' ους η δημοκρατια κατελυετο, ουτοι εν τη αυτη πολιτεια παλιν αρξουσι, και κυριοι γενησονται των νομων και της πολεως, ην προτερον παραλαβοντες ουτως αισχρως και δεινως ελωβησαντο. Ωστ' ουκ αξιον της δοκιμασιας ολιγωρως εχειν, ουδε μικρον ηγουμενους το πραγμα μη φροντιζειν αυτης, αλλα φυλαττειν ως εν τω εκαστον δικαιως αρχειν η τε πολιτεια και το αλλο πληθος το υμετερον σωζεται. Ει μεν δη βουλευσων νυνι εδοκιμαζετο και ως ιππευκοτος...

Traduzione

La sfrontatezza dell'imputato

Πολλα και δεινα πυθομενος Σιμωνος αδικηματα, ω βουλη, ουκ αν ποτ' αυτον εις τοσουτον τολμης ηγησαμην αφικεσθαι, ωστε υπερ ων αυτον εδει δικην τισαι, υπερ τουτων ως αδικουμενον εγκλημα ποιησασθαι και ουτω μεγαν και σεμνον ορκον ποιησαμενον εις υμας ελθειν. Ει μεν ουν αλλοι τινες εμελλον περι εμου διαγνωσεσθαι, σφοδρα αν εφοβουμην τον κινδυνον, ορων οτι και παρασκευαι και τυχαι ενιοτε τοιαυται γιγνονται, ωστε πολλα και παρα γνωμην αποβηναι τοις κινδυνευουσιν. Εις υμας δ' εισελθων ελπιζω των δικαιων τευξεσθαι. Μαλιστα δ' αγανακτω, ω βουλη, οτι περι τοιουτων πραγματων ειπειν αναγκασθησομαι προς...

Traduzione

SEGUICI


Copyright © 2011 - 2021 VersioniDiGreco.it