Versioni di greco di Senofonte tradotte in italiano

Il ritorno di Alcibiade (IV)

Μετα δε ταυτα κατελεξατο στρατιαν, οπλιτας μεν πεντακοσιους και χιλιους, ιππεας δε πεντηκοντα και εκατον, ναυς δ' εκατον. Και μετα τον καταπλουν τριτω μηνι ανηχθη επ' Ανδρον αφεστηκυιαν των Αθηναιων, και μετ' αυτου Αριστοκρατης και Αδειμαντος ο Λευκολοφιδου συνεπεμφθησαν ηρημενοι κατα γην στρατηγοι. Αλκιβιαδης δε το στρατευμα απεβιβασε της Ανδριας χωρας εις Γαυριον· εκβοηθησαντας δε τους Ανδριους ετρεψαντο και κατεκλεισαν εις την πολιν και τινας απεκτειναν ου πολλους, και τους Λακωνας οι αυτοθι ησαν. Αλκιβιαδης δε τροπαιον τε εστησε και μεινας αυτου ολιγας ημερας επλευσεν εις Σαμον, κακειθεν...

Traduzione

Il ritorno di Alcibiade (III)

Αλκιβιαδης δε προς την γην ορμισθεις απεβαινε μεν ουκ ευθυς, φοβουμενος τους εχθρους· επαναστας δε επι του καταστρωματος εσκοπει τους αυτου επιτηδειους, ει παρειησαν. Κατιδων δε Ευρυπτολεμον τον Πεισιανακτος, αυτου δε ανεψιον, και τους αλλους οικειους και τους φιλους μετ' αυτων, τοτε αποβας αναβαινει εις την πολιν μετα των παρεσκευασμενων, ει τις απτοιτο, μη επιτρεπειν. Εν δε τη βουλη και τη εκκλησια απολογησαμενος ως ουκ ησεβηκει, ειπων δε ως ηδικηται, λεχθεντων δε και αλλων τοιουτων και ουδενος αντειποντος δια το μη ανασχεσθαι αν την εκκλησιαν, αναρρηθεις απαντων ηγεμων αυτοκρατωρ, ως οιος...

Traduzione

Il ritorno di Alcibiade (II)

Επει δε εωρα εαυτω ευνουν ουσαν και στρατηγον αυτον ηρημενον και ιδια μεταπεμπομενους τους επιτηδειους, κατεπλευσεν εις τον Πειραια ημερα η Πλυντηρια ηγεν η πολις, του εδους κατακεκαλυμμενου της Αθηνας, ο τινες οιωνιζοντο ανεπιτηδειον ειναι και αυτω και τη πολει. Αθηναιων γαρ ουδεις εν ταυτη τη ημερα ουδενος σπουδαιου εργου τολμησαι αν αψασθαι. Καταπλεοντος δ' αυτου ο τε εκ του Πειραιως και ο εκ του αστεως οχλος ηθροισθη προς τας ναυς, θαυμαζοντες και ιδειν βουλομενοι τον Αλκιβιαδην, λεγοντες οτι οι μεν ως κρατιστος ειη των πολιτων και μονος απελογηθη ως ου δικαιως φυγοι, επιβουλευθεις δε υπο...

Traduzione

Il ritorno di Alcibiade (I)

Αλκιβιαδης δε βουλομενος μετα των στρατιωτων αποπλειν οικαδε, ανηχθη ευθυς επι Σαμου: εκειθεν δε λαβων των νεων εικοσιν επλευσεν της Καριας εις τον Κεραμικον κολπον. Εκειθεν δε συλλεξας εκατον ταλαντα ηκεν εις την Σαμον. Θρασυβουλος δε συν τραιακοντα ναυσιν επι Θρακης ωχετο, εκει δε τα τε αλλα χωρια τα προς Λακεδαιμονιους μεθεστηκοτα κατεστρεψατο και Θασον, εχουσαν κακως υπο τε των πολεμων και στασεων και λιμου. Θρασυλλος δε συν τη αλλη στρατια εις Αθηνας κατεπλευσε: πριν δε ηκειν αυτον οι Αθηναιοι στρατηγους ειλοντο Αλκιβιαδην μεν φευγοντα και Θρασυβουλον αποντα, Κονωνα δε τριτον εκ των οικοθεν....

Traduzione

La morte di Ciro (II)

Παιοντα δ' αυτον ακοντιζει τις παλτω υπο τον οφθαλμον βιαιως· και ενταυθα μαχομενοι και βασιλευς και Κυρος και οι αμφ' αυτους υπερ εκατερου, οποσοι μεν των αμφι βασιλεα απεθνησκον Κτησιας λεγει· παρ' εκεινω γαρ ην Κυρος δε αυτος τε απεθανε και οκτω οι αριστοι των περι αυτον εκειντο επ' αυτω. Αρταπατης δ' ο πιστοτατος αυτω των σκηπτουχων θεραπων λεγεται, επειδη πεπτωκοτα ειδε Κυρον, καταπηδησας απο του ιππου περιπεσειν αυτω. Και οι μεν φασι βασιλεα κελευσαι τινα επισφαξαι αυτον Κυρω, οι δ' εαυτον επισφαξασθαι σπασαμενον τον ακινακην ειχε γαρ χρυσουν και στρεπτον δ' εφορει και ψελια και ταλλα...

Traduzione

SEGUICI


Copyright © 2011 - 2021 VersioniDiGreco.it