Un amore sublime: Pantea recupera la salma del marito caduto in battaglia

Ο δε Κυρος καλεσας τινας των παροντων υπηρετων· «Ειπατε μοι» εφη, «εωρακε τις υμων Αβραδαταν; Θαυμαζω γαρ», εφη, «οτι προσθεν θαμιζων εφ' ημας νυν ουδαμου φαινεται». Των ουν υπηρετων τις απεκρινατο οτι· «Ω δεσποτα, ου ζη, αλλ' εν τη μαχη απεθανεν εμβαλων το αρμα εις τους Αιγυπτιους· οι δ' αλλοι πλην των εταιρων αυτου εξεκλιναν, ως φασιν, επει το στιφος ειδον το των Αιγυπτιων. Και νυν γε», εφη, «λεγεται αυτου η γυνη ανελομενη τον νεκρον και ενθεμενη εις την αρμαμαξαν, εν ηπερ αυτη ωχειτο, προσκεκομικεναι αυτον ενθαδε ποι προς τον Πακτωλον ποταμον. Και τους μεν θεραποντας αυτου ορυττειν φασιν επι λοφου τινος θηκην τω τελευτησαντν την δε γυναικα λεγουσιν ως καθηται χαμοι κεκοσμηκυια οις ειχε τον ανδρα, την κεφαλην αυτου εχουσα επι τοις γονασι». Ταυτα ακουσας ο Κυρος επαισατο αρα τον μηρον και ευθυς αναπηδησας επι τον ιππον, λαβων χιλιους ιππεας, ηλαυνεν επι το παθος.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2020 VersioniDiGreco.it