Un amore sublime: il pianto di Ciro per l'amico caduto

Γαδαταν δε και Γωβρυαν εκελευσεν ο τι δυναιντο λαβοντας καλον κοσμημα ανδρι φιλω και αγαθω τετελευτηκοτι μετα διωκει ν και οστις ειχε τας επομενος αγελας και βους και ιππους ειπε τουτω και αμα προβατα πολλα ελαυνειν οπου αν αυτον πυνθανηται οντα, ως επισφαγειη τω Αβραδατα. Επει δε ειδε την γυναικα χαμαι καθημενην και τον νεκρον κειμενον, εδακρυσε τε επι τω παθει και ειπε· «Φευ, ω αγαθη και πιστη ψυχη, οιχη δη απολιπων ημας;». Και αμα εδεξιωσατο αυτον και η χειρ του νεκρου επηκολουθησεν απεκεκοπτο γαρ κοπιδι υπο των Αιγυπτιων. Ο δε ιδων πολυ ετι μαλλον ηλγησε· και η γυνη δε ανωδυρατο και δεξαμενη δη παρα του Κυρου εφιλησε τε την χειρα και παλιν ως οιον τ' ην προσηρμοσε και ειπε· «Και ταλλα τοι, ω Κυρε, ουτως εχει· αλλα τι δει σε οραν; Και ταυτα», εφη, «οιδ' οτι δι εμε ουχ ηκιστα επαθεν, ισως δε και διο δε, ω Κυρε, ουδεν ηττον. Εγω τε γαρ η μωρα πολλα διεκελευομην αυτω ουτω ποιειν, οπως σοι φιλος αξιος γενησοιτο· αυτος τε οιδ' οτι ουτος ου τουτο ενενοει, οτι πεισοιτο, αλλα τι αν σοι ποιησας χαρισαιτο».


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2020 VersioniDiGreco.it