Grande carattere, grandi difetti

Inserito in Anonimo del Sublime.

Εγω δ' οιδα μεν ως αι υπερμεγεθεις φυσεις ηκιστα καθαραι· το γαρ εν παντι ακριβες κινδυνος μικροτητος, εν δε τοις μεγεθεσιν, ωσπερ εν τοις αγαν πλουτοις, ειναι τι χρη και παρολιγωρουμενον· μηποτε δε τουτο και αναγκαιον η, το τας μεν ταπεινας και μεσας φυσεις δια το μηδαμη παρακινδυνευειν μηδε εφιεσθαι των ακρων αναμαρτητους ως επι το πολυ και ασφαλεστερας διαμενειν, τα δε μεγαλα επισφαλη δι αυτο γινεσθαι το μεγεθος. Αλλα μην ουδε εκεινο αγνοω το δευτερον, οτι φυσει παντα τα ανθρωπεια απο του χειρονος αει μαλλον επιγινωσκεται και των μεν αμαρτηματων ανεξαλειπτος η μνημη παραμενει, των καλων δε ταχεως απορρει.


La traduzione è visibile ai soli utenti Registrati

Seguici