Potenza del Sublime

Inserito in Anonimo del Sublime.

Γραφων δε προς σε, φιλτατε, τον παιδειας επιστημονα, σχεδον απηλλαγμα και του δια πλειονων προυποτιθεσθαι ως ακροτης και εξοχη τις λογων εστι τα υψη, και ποιητων τε οι μεγιστοι και συγγραφεων ουκ αλλοθεν η ενθενδε ποθεν επρωτευσαν και ταις εαυτων περιεβαλον ευκλειαις τον αιωνα. Ου γαρ εις πειθω τους ακροωμενους, αλλ' εις εκστασιν αγει τα υπερφυα: παντη δε γε συν εκπληξει του πιθανου και του προς χαριν αει κρατει το θαυμασιον, ειγε το μεν πιθανον ως τα πολλα εφ' ημιν, ταυτα δε δυναστειαν και βιαν αμαχον προσφεροντα παντος επανω του ακροωμενου καθισταται. Και την μεν εμπειριαν της ευρεσεως και την των πραγματων ταξιν και οικονομιαν ουκ εξ ενος ουδ' εκ δυειν, εκ δε του ολου των λογων υφους μολις εκφαινομενην ορωμεν, υψος δε που καιριως εξενεχθεν τα τε πραγματα δικην σκηπτου παντα διεφορησε και την του ρητορος ευθυς αθροαν ενεδειξατο δυναμιν.


La traduzione è visibile ai soli utenti Registrati

Seguici