Admeto e Alcesti

Inserito in Apollodoro.

Τω Αδμητω των Φερων βασιλευοντι εθητευεν ο Απολλων, Διος εντολη. Ο μεν Αδμητος εμνηστευετο την Πελιου θυγατερα Αλκηστιν, ο δε Πελιας επετασσε πασι τοις μνηστευομενοις καταζευγνυειν αρματι λεοντα και καπρον. Ουδενος δυνατου οντος τουτο πρασσειν, λεοντα και καπρον κατεζευγνυεν υπερ Αδμητου ο Απολλων. Ο μεν Αδμητος ουν την Αλκηστιν εγαμει, θυων δε εν τοις γαμοις εξελανθανετο θυειν Αρτεμιδι, η δε Αρτεμις ταις Μοιραις επετελλε τον Αδμητον αφαιρειν. Ο δε Απολλων, τας Μοιρας μεθυσκων, εξ αυτων ετυγχανε τον Αδμητον εκ του θανατου εκλυεσθαι, ει τις εκων υπερ αυτου αποθνησκειν ηρειτο. Ου βουλομενων δε αποθνησκειν ουδε του γεραιου πατρος ουδε της μητρος, ηρειτο αποθνησκειν υπερ του γαμετου η Αλκηστις. Ο δε Απολλων την αρετην αυτης θαυμαζων εις τον Αιδην κατεβαινε και τον Πλουτωνα επειθε παλιν αυτην εις τους ανθρωπους αναπεμπειν.

Enomao e Pelope

Inserito in Apollodoro.

Οινομαος, Πισης βασιλευς, θυγατερα ειχεν Ιπποδαμειαν. Χρησμου δε λεγοντος αυτον τελευταν μελλειν υπο του αυτην γαμουντος, ουδεις αυτην εις γυναικα ελαμβανεν οτι παντες οι μνηστευομενοι ανηρουντο υπ' αυτου τονδε τον τροπον. Εχων γαρ οπλα ανικητα και ιππους ταχιστους παρα Αρεος, αθλον προυτεινε τοις μνηστηρσιν εδει γαρ τον μεν μνηστευομενον εχοντα την Ιπποδαμειαν εν τω οικειω αρματι φευγειν αχρι του Κορινθιου ισθμου, τον δε Οινομαον διωκειν καθοπλιζομενον και ο μεν καταλαμβανομενος εφονευετο, ει δε τις μη κατελαμβανετο ειχε γυναικα την Ιπποδαμειαν. Παραγιγνεται τοινυν και Πελοψ εις αθλον, πειθει δε τον Οινομαου ηνιοχον συλλαμβανεσθαι αυτω. Ο δε ηνιοχος ταις χοινικισι των τροχων τους ηλους ουκ ενεβαλλε τουτον τον τροπον το αρμα εν τω δρομω διεφθειρετο και ο Οινομαος απεθνησκε ταις ηνιαις ελκομενος.

Prometeo

Inserito in Apollodoro.

Προμηθευς, ο Ιαπετου υιος, του Τιτανος, πολλαχη την του Διος οργην παροξυνει. Πρωτον μεν γαρ εν ευωχια τινι κελευομενος υπο του Διος τα κρεα διαμεριζειν, εαυτω μεν τας καλλιστας μοιρας λαμβανεται, τον Δια δε απατα οστα καλυπτων πιμελη ειτα λαθρα του Διος τους ανθρωπους εξ υδατος και γης πλασσει· τελος δε το τιμιωτατον κτημα των θεων, το πυρ, εξ ουρανου κλεπτει και προς τους ανθρωπους κομιζει. Δια ταυτα ο Ζευς επιτασσει Ηφαιστω το σωμα αυτου προσηλουν πετρα τινι αποτομω και αβατω του Καυκασου ορους· τουτο δε Σκυθικον ορος εστιν. Ταυτη τη πετρα ουν προσηλουμενος ο Προμηθευς ετη πολλα εμενεν καθ εκαστην δε ημεραν ο του Διος αετος επιπετομενος αυτω το ηπαρ αυτου κατησθιεν, δια νυκτος αυξανομενον.

Eracle uccide Busiride

Inserito in Apollodoro.

Μετα πολλους και λαμπρους αθλους εκ της Λιβυης Ηρακλης και εις την Αιγυπτον ερχεται. Της Αιγυπτου εβασιλευε τοτε Βουσιρις. Ο δε Βουσιρις παντας τους ξενους εκεισε παρερχομενους συνελαμβανε και εθυεν επι τω βωμω Διος. Τουτο εποιει οτι, ακαρπιας εν τη χωρα ουσης, μαντις εκ της Κυπρου αφικνουμενος ελεγε την ακαρπιαν παυεσθαι ει οι Αιγυπτιοι παντος ετους ξενον ανδρα εθυον. Ο Βουσιρις ουν πρωτον μεν τον μαντιν εθυεν (ετυγχανε γαρ ξενος ων), εκ δε τοτε παντας τους ξενους διετελει θυειν. Λαμβανει ουν ο Βουσιρις και τον Ηρακλεα και στεφανοι και επι του βωμου δεσμευει. Ο δε Ηρακλης τεως μεν ησυχιαν εχει· επειτα δε, εξελκυοντος ηδη Βουσιριδος την μαχαιραν εις την θυσιαν, οργιζεται, τα δεσμα θραυει και τον βασιλεα συν πολλοις Αιγυπτιοις κατακοπτει.

Come Melampo divenne indovino

Inserito in Apollodoro.

Μελαμπους ο Αμυθαονος υιος, επι των χωριων διατελων, ουσης προ της οικησεως αυτου δρυος εν η φωλεος οφεων ην, αποκτειναντων των θεραποντων τους οφεις, τα μεν ερπετα, ξυλα συμφορησας, εκαυσε, τους δε των οφεων νεοσσους εθρεψεν. Οι δε γενομενοι τελειοι, αυτου κοιμωμενου, τας ακοας ταις γλωσσαις εξεκαθηραν. Ο δε αναστας και γενομενος περιδεης, των υπερπετομενων ορνεων τας φωνας συνιει, και παρ' εκεινων μανθανων, επι δενδρου καθημενος προυλεγε τοις ανθρωποις τα μελλοντα.

Seguici