La saga di Edipo (II)

Inserito in Apollodoro.

Τελειωθεις δε ο παις, και διαφερων των ηλικων ρωμη, δια φθονον ωνειδιζετο υποβλητος. Ο δε πυνθανομενος παρα της Περιβοιας μαθειν ουκ ηδυνατο· αφικομενος δε εις Δελφους περι των ιδιων επυνθανετο γονεων. Ο δε θεος ειπεν αυτω εις την πατριδα μη πορευεσθαι· τον μεν γαρ πατερα φονεοσειν, τη μητρι δε μιγησεσθαι. Τουτο ακουσας, και νομιζων εξ ων ελεγετο γεγεννησθαι, Κορινθον μεν απελιπεν, εφ' αρματος δε δια της Φωκιδος φερομενος συντυγχανει κατα τινα στενην οδον εφ' αρματος οχουμενω Λαιω. Και Πολυφοντου (κηρυξ δε ουτος ην Λαιου) κελευοντος εκχωρειν και δι απειθειαν και αναβολην κτειναντος των ιππων τον ετερον, αγανακτησας Οιδιπους και Πολυφοντην και Λαιον απεκτεινε, και παρεγενετο εις Θηβας.


La traduzione è visibile ai soli utenti Registrati

Seguici