L'amicizia - Maturità 2018

Inserito in Aristotele.

Μετα δε ταυτα περι φιλιας εποιτ' αν διελθειν· εστι γαρ αρητη τις η μετ' αρητης, ετι δ' αναγκαιοτατον εις τον βιον. Ανευ γαρ φιλων ουδεις ελοιτ' αν ζην, εχων τα λοιπα αγαθα παντα· και γαρ πλουτουσι και αρχας και δυναστειας κεκτημενοις δοκει φιλων μαλιστ' ειναι χρεια· τι γαρ οφελος της τοιαυτης ευετηριας αφαιρεθεισης ευεργεσιας, η γιγνεται μαλιστα και επαινετωτατη προς φιλους; η πως αν τηρηθειη και σωζοιτ' ανευ φιλων; οσω γαρ πλειων, τοσουτω επισφαλεστερα. Εν πενια τε και ταις λοιπαις δυστυχιαις μονην οιονται καταφυγην ειναι τους φιλους. Και νεοις δε προς το αναμαρτητον και πρεσβυτεροις προς θεραπειαν και το ελλειπον της πραξεως δι ασθενειαν βοηθειας, τοις τ' εν ακμη προς τας καλας πραξεις· «συν τε δυ ερχομενω·» και γαρ νοησαι και πραξαι δυνατωτεροι. Φυσει τ' ενυπαρχειν εοικε προς το γεγεννυημενον τω γεννησαντι και προς το γεννησαν τω γεννηθεντι, ου μονον εν ανθρωποις αλλα και εν ορνισι και τοις πλειστοις των ζωων, και τοις ομοεθνεσι προς αλληλα, και μαλιστα τοις ανθρωποις, οθεν τους φιλανθρωπους επαινουμεν. Ιδοι δ' αν τις και εν ταις πλαναις ως οικειον απας ανθρωπος ανθρωπω και φιλον. Εοικε δε και τας πολεις συνεχτειν η φιλια, και οι νομοθεται μαλλον περι αυτην σπουδαζειν η την δικαιοσυνην· η γαρ ομονοια ομοιον τι τη φιλια εοικεν ειναι, ταυτης δε μαλιστ' εφιενται και την στασιν εχθραν ουσαν μαλιστα εξελαυνουσιν.

Inferiorità di donne, schiavi e barbari

Inserito in Aristotele.

Ουν διωρισται το θηλυ και το δουλον (ουθεν γαρ η φυσις ποιει τοιουτον οιον οι χαλκοτυποι την Δελφικην μαχαιραν, πενιχρως, αλλ' εν προς εν ουτω γαρ αν αποτελοιτο καλλιστα των οργανων εκαστον, μη πολλοις εργοις αλλ' ενι δουλευον)· εν δε τοις βαρβαροις το θηλυ και το δουλον την αυτην εχει ταξιν. Αιτιον δ' οτι το φυσει αρχον ουκ εχουσιν, αλλα γινεται η κοινωνια αυτων δουλης και δουλου. Διο φασιν οι ποιηται· «βαρβαρων δ' 'Ελληνας αρχειν εικος», ως ταυτο φυσει βαρβαρον και δουλον ον. Εκ μεν ουν τουτων των δυο κοινωνιων οικια πρωτη, και ορθως Ησιοδος ειπε ποιησας· «οικον μεν πρωτιστα γυναικα τε βουν τ αροτηρα»· ο γαρ βους αντ' οικετου τοις πενησιν εστιν.

Il saggio e la felicità

Inserito in Aristotele.

Δεησει δε και της εκτος ευημεριας ανθρωπω οντι· ου γαρ αυταρκης η φυσις προς το θεωρειν, αλλα δει και το σωμα υγιαινειν και τροφην και την λοιπην θεραπειαν υπαρχειν. Ου μην οιητεον γε πολλων και μεγαλων δεησεσθαι τον ευδαιμονησοντα, ει μη ενδεχεται ανευ των εκτος αγαθων μακαριον ειναι· ου γαρ εν τη υπερβολη το αυταρκες ουδ' η πραξις, δυνατον δε και μη αρχοντα γης και θαλαττης πραττειν τα καλα· και γαρ απο μετριων δυναιτ' αν τις πραττειν κατα την αρετην (τουτο δ' εστιν ιδειν εναργως· οι γαρ ιδιωται των δυναστων ουχ ηττον δοκουσι τα επιεικη πραττειν, αλλα και μαλλον)· ικανον δε τοσαυθ' υπαρχειν εσται γαρ ο βιος ευδαιμων του κατα την αρετην ενεργουντος.

Sul giusto mezzo

Inserito in Aristotele.

Λεγω δε του μεν πραγματος μεσον το ισον απεχον αφ' εκατερου των ακρων, οπερ εστιν εν και το αυτο πασιν, προς ημας δε ο μητε πλεοναζει μητε ελλειπει· τουτο δ' ουχ εν, ουδε ταυτον πασιν. Οιον ει τα δεκα πολλα τα δε δυο ολιγα, τα εξ μεσα λαμβανουσι κατα το πραγμα· ισω γαρ υπερεχει τε και υπερεχεται· τουτο δε μεσον εστι κατα την αριθμητικην αναλογιαν. Το δε προς ημας ουχ ουτω ληπτεον ου γαρ ει τω δεκα μναι φαγειν πολυ δυο δε ολιγον, ο αλειπτης εξ μνας προσταζει· εστι γαρ ισως και τουτο πολυ τω ληψομενω η ολιγον Μιλωνι· μεν γαρ ολιγον, τω δε αρχομενω των γυμνασιων πολυ. Ομοιως επι δρομου και παλης.

Opinioni diverse su che cosa sia la felicità

Inserito in Aristotele.

Ονοματι μεν ουν σχεδον υπο των πλειστων ομολογειται· την γαρ ευδαιμονιαν και οι πολλοι και οι χαριεντες λεγουσιν, το δ' ευ ζην και το ευ πραττειν ταυτον υπολαμβανουσι τω ευδαιμονειν περι δε της ευδαιμονιας, τι εστιν, αμφισβητουσι και ουχ ομοιως οι πολλοι τοις σοφοις αποδιδοασιν. Οι μεν γαρ των εναργων τι και φανερων, οιον ηδονην η πλουτον η τιμην, αλλοι δ' αλλο - πολλακις δε και ο αυτος ετερον· νοσησας μεν γαρ υγιειαν, πενομενος δε πλουτον συνειδοτες δ' εαυτοις αγνοιαν τους μεγα τι και υπερ αυτους λεγοντας θαυμαζουσιν. Ενιοι δ' ωοντο παρα τα πολλα ταυτα αγαθα αλλο τι καθ' αυτο ειναι, ο και τουτοις πασιν αιτιον εστι του ειναι αγαθα. Απασας μεν ουν εξεταζειν τας δοξας ματαιοτερον ισως εστιν, ικανον δε τας μαλιστα επιπολαζουσας η δοκουσας εχειν τινα λογον.

Seguici