Opinioni diverse su che cosa sia la felicità

Inserito in Aristotele.

Ονοματι μεν ουν σχεδον υπο των πλειστων ομολογειται· την γαρ ευδαιμονιαν και οι πολλοι και οι χαριεντες λεγουσιν, το δ' ευ ζην και το ευ πραττειν ταυτον υπολαμβανουσι τω ευδαιμονειν περι δε της ευδαιμονιας, τι εστιν, αμφισβητουσι και ουχ ομοιως οι πολλοι τοις σοφοις αποδιδοασιν. Οι μεν γαρ των εναργων τι και φανερων, οιον ηδονην η πλουτον η τιμην, αλλοι δ' αλλο - πολλακις δε και ο αυτος ετερον· νοσησας μεν γαρ υγιειαν, πενομενος δε πλουτον συνειδοτες δ' εαυτοις αγνοιαν τους μεγα τι και υπερ αυτους λεγοντας θαυμαζουσιν. Ενιοι δ' ωοντο παρα τα πολλα ταυτα αγαθα αλλο τι καθ' αυτο ειναι, ο και τουτοις πασιν αιτιον εστι του ειναι αγαθα. Απασας μεν ουν εξεταζειν τας δοξας ματαιοτερον ισως εστιν, ικανον δε τας μαλιστα επιπολαζουσας η δοκουσας εχειν τινα λογον.


La traduzione è visibile ai soli utenti Registrati

Seguici