Alessandro mette in fuga il nemico

Inserito in Arriano.

Τριτη δε απ εκεινης ημερα καταμαθων Αλεξανδρος κακως αυλιζομενους τους αμφι Κλειτον και Γλαυκιαν, και ουτε φυλακας εν τη ταξει αυτοις φυλαττομενας ουτε χαρακα η ταφρον προβεβλημενους, ες μηκος τε ουκ ωφελιμον αποτεταγμενην αυτοις την ταξιν, υπο νυκτα ετι λαθων διαβαινει τον ποταμον, τους τε υπασπιστας αγων και τους Αγριανας και τους τοξοτας και την Περδικκου και Κοινου ταξιν. Και προσετετακτο μεν ακολουθειν την αλλην στρατιων ως δε καιρον ειδεν εις επιθεσιν, ου προσμεινας ομου γενεσθαι παντας εξεπεμψε τους τοξοτας και τους Αγριανας· οι δε απροσδοκητοι επιπεσοντες, τους μεν ετι εν ταις ευναις κατεκτεινον, τους δε φευγοντας ευμαρως αιρουντες, ωστε πολλοι μεν αυτου εγκατεληφθησαν και απεθανον, πολλοι δε εν τη αποχωρησει, ατακτω και φοβερα γενομενη· ουκ ολιγοι δε και ζωντες εληφθησαν. Εγενετο δε η διωξις τοις αμφι Αλεξανδρον μεχρι προς τα ορη των Ταυλαντιων οσοι δε και απεφυγον αυτων, γυμνοι των οπλων διεσωθησαν. Κλειτος δε ες την πολιν το πρωτον καταφυγων, υφαψας την πολιν απηλλαγη παρα Γλαυκιαν ες Ταυλαντιους.

Alessandro in Tracia

Inserito in Arriano.

Αμα δε τω ηρι ελαυνειν τον Αλεξανδρον επι Θρακης, ες Τριβαλλους και Ιλλυριους, οτι τε νεωτεριξειν επυθετο Ιλλυριους τε και Τριβαλλους, και αμα ομορους οντας ουκ εδοκει υπολειπεσθαι οτι μη παντη ταπεινωθεντας ουτω μακραν απο της οικειας στελλομενον. Ορμηθεντα δη εξ Αμφιπολεως εμβαλειν εις Θρακην την των αυτονομων καλουμενων Θρακων, Φιλιππους πολιν εν αριστερα εχοντα και τον Ορβηλον το ορος. Διαβας δε τον Νεστον ποταμον, λεγουσιν οτι δεκαταιος αφικετο επι το ορος τον Αιμον. Και ενταυθα απηντων αυτω κατα τα στενα της ανοδου της επι το ορος των τε εμπορων πολλοι ωπλισμενοι και οι θρακες οι αυτονομοι, παρεσκευασμενοι ειργειν του προσω κατειληφοτες την ακραν του Αιμου τον στολον, παρ' ην ην τω στρατευματι η παροδος.

Attaccamento di Alessandro per il cavallo Bucefalo

Inserito in Arriano.

Μετα την μαχην Αλεξανδρος, περασας τον Υδασπην ποταμον, δυο πολεις εκτισεν και την μεν Νικαιαν ωνομασε, την δε Βουκεφαλαν, ες του ιππου του Βουκεφαλα την μνημην, ος απεθανεν αυτου, ου βληθεις υπ' ουδενος, αλλ' υπο καματου τε και ηλικιας· ην γαρ αμφι τα τριακοντα ετη, καματηρος γενομενος, πολλα δε προσθεν ξυγκαμων τε και συγκινδυνευσας τω Αλεξανδρω. Σημειον δε αυτω ην βοος κεφαλη· οι δε λεγουσιν οτι λευκον σημα ειχεν επι της κεφαλης, μελας ων αυτος, ες βοος κεφαλην μαλιστα εικασμενον. Ουτος ο ιππος εν τη των Ουξιων χωρα ηφανισατο ποτε και ο Αλεξανδρος προεκηρυξεν ανα την χωραν παντας τους Ουξιους αποκτενειν, ει μη απαξουσιν αυτω τον ιππον και ευθυς απηχθη επι τω κηρυγματι. Τοσηδε μεν γαρ σπουδη τω Αλεξανδρφ αμφ' αυτον ην, τοσοσδε δε του Αλεξανδρου φοβος τοις βαρβαροις.

Alessandro Magno e la rondine

Inserito in Arriano.

Πολιορκουντος Αλεξανδρου Αλικαρνασσον, λεγουσιν αυτον αναπαυεσθαι μεν εν μεσημβρια, χελιδονα δε περιπετεσθαι υπερ της κεφαλης τρυζουσαν μεγαλα και της ευνης αλλη και αλλη επικαθιζειν, θορυβωδεστερον η κατα το ειωθος αδουσαν. Τον δε υπο καματου εγερθηναι μεν αδυνατως εχειν εκ του υπνου, ενοχλουμενον δε προς της φωνης τη χειρι ου βαρεως αποσοβησαι την χελιδονα· την δε τοσουτου αρα δεησαι αποφυγειν πληγεισαν, ωστε, επι της κεφαλης αυτης του Αλεξανδρου καθιζομενην, μη προσθεν απελθειν, πριν παντελως εξεγερθηναι Αλεξανδρον. Και Αλεξανδρος, ου φαυλον ποιησαμενος το της χελιδονας, ανεκοινωσεν Αριστανδρω τω μαντει· Αριστανδρον δε επιβουλην μεν εκ του των φιλων σημαινεσθαι αυτω ειπειν σημαινεσθαι δε και οτι καταφανης εσται. Την γαρ χελιδονα συντροφον τε ειναι ορνιθα και ευνουν ανθρωποις, και λαλον μαλλον η αλλους πετεινους.

La fuga di Dario

Inserito in Arriano.

Δαρειος, ως αυτω υπ' Αλεξανδρου εφοβηθη το κερας το ευωνυμον, ευθυς ως ειχεν επι του αρματος συν τοις πρωτοις εφευγε και εστε μεν ομαλοις χωριοις εν τη φυγη ενετυγχανεν, επι του αρματος διεσωζετο· ως δε φαραγξι τε και αλλαις δυσχωριαις ενεκυρσε, το μεν αρμα απολειπει αυτου, και την ασπιδα και τον κανδυν εκδυς· ο δε και το τοξον απολειπει επι του αρματος· αυτος δε ιππου επιβας εφευγε· και η νυξ αφειλετο αυτον το προς Αλεξανδρου αλωναι. Αλεξανδρος γαρ, εστε μεν φαος ην, ανα κρατος εδιωκεν ως δε συνεσκοταζεν ηδη ες το εμπαλιν απετρεπετο επι το στρατοπεδον, το μεντοι αρμα το Δαρειου ελαβε και την ασπιδα επ' αυτω και τον κανδυν και το τοξον. Το τε στρατοπεδον το Δαρειου ευθυς εξ εφοδου εαλω και η μητηρ και η γυνη και υιος Δαρειου νηπιος· και θυγατερες δυο εαλωσαν και αλλαι αμφ' αυτας Περσων των ομοτιμων γυναικες ου πολλαι.

Seguici