Alessandro decide di consultare l'oracolo di Ammone

Inserito in Arriano.

Επι τουτοις ποθος λαμβανει αυτον ελθειν παρα Αμμωνα ες Λιβυην, ως μεν τι τω θεω χρησομενον, οτι ατρεκες ελεγετο ειναι το μαντειον του Αμμωνος, και χρησασθαι αυτω Περσεα και Ηρακλεα, τον μεν επι την Γοργονα οτε προς Πολυδεκτου εστελλετο, τον δε οτε παρ' Ανταιον ηει εις Λιβυην και παρα Βουσιριν εις Αιγυπτον. Αλεξανδρω δε φιλοτιμια ην προς Περσεα και Ηρακλεα, απο γενους τε οντι του αμφοιν και τι και αυτος της γενεσεως της εαυτου ες Αμμωνα ανεφερε, καθαπερ οι μυθοι την Ηρακλεους τε και Περσεως ες Δια. Και ουν παρ' Αμμωνα ταυτη τη γνωμη εστελλετο, ως και τα αυτου ατρεκεστερον εισομενος η φησων γε εγνωκεναι. Μεχρι μεν δη Παραιτονιου παρα θαλασσαν ηει δι ερημου, ου μεντοι δι ανυδρου της χωρας. Εντευθεν δε ες την μεσογαιαν ετραπετο, ινα το μαντειον ην του Αμμωνος.


La traduzione è visibile ai soli utenti Registrati

Seguici