Motivi di risentimento dei Greci ostili ad Atene

Inserito in Demostene.

Τι ουν ηγρυμαι φοβερον και τι φυλαξασθαι δειν ημας; μη κοινην προφασιν και κοινον εγκλημα ο μελλων πολεμος προς απαντας λαβη. Ει γαρ Αργειοι μεν και Μεσσηνιοι και Μεγαλοπολιται και τινες των λοιπων Πελοποννησιων οσοι ταυτα τουτοις φρονουσι, δια την προς Λακεδαιμονιους ημιν επικηρυκειαν εχθρως σχησουσι και το δοκειν εκδεχεσθαι τι των εκεινοις πεπραγμενων, Θηβαιοι δ' εχουσι μεν, ως λεγουσιν, απεχθως, ετι δ' εχθροτερως σχησουσιν οτι τους παρ' εκεινων φευγοντας σωζομεν και παντα τροπον την δυσμενειαν ενδεικνυμεθ' αυτοις. Θετταλοι δ' οτι τους Φωκεων φυγαδας σωζομεν, Φιλιππος δ', οτι κωλυομεν αυτον κοινωνειν της Αμφικτυονιας, φαβουμαι μη παντες, περι των ιδιων εκαστος οργιζομενος κοινον εφ' ημας αγαγωσι τον πολεμον, τα των Αμφικτυονων δογματα προστησαμενοι, ειτ' επισπασθωσιν εκαστοι περα του συμφεροντος εαυτοις ημιν πολεμησαι, ωσπερ και περι Φωκεας.

Bisogna evitare una guerra generale contro Atene

Inserito in Demostene.

Δευτερον δε, οραν οπως μη προαξομεθα, ω ανδρες Αθηναιοι, τους συνεληλυθοτας τουτους και φασκοντας Αμφικτυονας νυν ειναι εις αναγκην και προφασιν κοινου πολεμου προς υμας. Εγω γαρ ει γενοιθ' ημιν προς Φιλιππον παλιν πολεμος δι ' Αμφιπολιν η τι τοιουτον εγκλημα ιδιον, ου μη μετεχουσι Θετταλοι μηδ' Αργειοι μηδε Θηβαιοι, ουκ αν ημιν οιομαι τουτων ουδενα πολεμησαι, και παντων ηκιστα - και μοι μη τορυβηση μηδεις πριν ακουσαι - Θεβαιους, ουχ ως ηδεως εχουσιν ημιν, ουδ' ως ουκ αν χαριζοιντο Φιλιππω, αλλ' ισασιν ακριβως, ει και πανυ φησιν τις αυτους αναισθητους ειναι, οτι, ει γενησεται πολεμος προς υμας αυτοις, τα μεν κακα πανθ' εξουσιν αυτοι, τοις δ' αγαθοις εφεδρευων ετερος καθεδειται. Ουκουν προοιντ' αν αυτους εις τουτο, μη κοινης της αρχης και της αιτιας ουσης του πολεμου. Ουδε γ' ει παλιν προς τους Θηβαιους πολεμησαιμεν δι ' Ωρωπον η τι των ιδιων, ουδεν αν ημας παθειν ηγουμαι: και γαρ ημιν κακεινοις τους βοηθουντας αν οιμαι, ει τις εμβαλοι, βοηθειν, ου συνεπιστρατευσειν ουδετεροις. Και γαρ αι συμμαχιαι τουτον εχουσι τον τροπον, ων και φροντισειεν αν τις, και το πραγμα φυσει τοιουτον εστιν: ουκ ακρι της ισης εκαστος εστιν ευνους ουθ' ημιν ουτε Θηβαιοις σως τ' ειναι και κρατειν των αλλων, αλλα σως μεν ειναι παντες αν βουλοιντο ενεχ' αυτων, κρατησαντας δε τους ετερους δεσποτας υπαρχειν αυτων ουδε εις. Τι ουν ηγρυμαι φοβερον και τι φυλαξασθαι δειν ημας; μη κοινην προφασιν και κοινον εγκλημα ο μελλων πολεμος προς απαντας λαβη.

Bisogna salvaguardare la pace

Inserito in Demostene.

Εν μεν ουν εγωγε πρωτον υπαρχειν φημι δειν, οπως, ειτε συμμαχους ειτε συνταξιν ειτ' αλλο τι βουλεται τις κατασκευαζειν τη πολει, την υπαρχουσαν ειρηνην μη λυων, τουτο ποιησει, ουχ ως θαυμαστην ουδ' ως αξιαν ουσαν υμων: αλλ' οποια τις ποτ' εστιν αυτη, μη γενεσθαι μαλλον ειχε τοις πραγμασι καιρον η γεγενημενη νυν δι' ημας λυθηναι: πολλα γαρ προειμεθα, ων υπαρχοντων τοτ' αν η νυν ασφαλεστερος και ραων ην ημιν ο πολεμος.

Ragioni della chiaroveggenza politica di Demostene

Inserito in Demostene.

Ταυτα τοινυν απανθ', οσα φαινομαι βελτιον των αλλων προορων, ουδ' εις μιαν, ω ανδρες Αθηναιοι, ουτε δεινοτηπ' ουτ αλαζονειαν επανοισω, ουδε προσποιησομαι δι ουδεν αλλο γιγνωσκειν και προαισθανεσθαι πλην δι αν υμιν ειπω, δυο: εν μεν, ω ανδρες Αθηναιοι, δι' ευτυχιαν, ην συμπασης εγω της εν ανθρωποις ουσης δεινοτητος και σοφιας ορω κρατουσαν, ετερον δε οτι προικα τα πραγματα κρινω και λογιζομαι, και ουδεν λημμ' αν ουδεις εχοι προς οις εγω πεπολιτευμαι και λεγω δειξαι προσηρτημενον. Ορθον ουν, ο τι αν ποτ' απ' αυτων, υπαρχη των πραγματων, το συμφερον φαινεται μοι. Οταν δ'επι θατερα, ωσπερ εις τρυτανην, αργυριον προσενεγκης, οιχεται φερον και καθειλκυκε τον λογισμον εφ' αυτο, και ουκ αν ετ' ορθως ουδ' υγιως ο τουτο ποιησας περι ουδενος λογισαιτο.

L'episodio dell'ambasceria

Inserito in Demostene.

Δυο μεν δη ταυτα, ων προειπον εγω, μαρτυρει τοις τοτε γεγενημενοις λογοις, ορθως και δικαιως, οια περ ην, αποφανθενθ' υπ εμου. Το τριτον δ', ω ανδρες Αθηναιοι, και μονον εν τουτ' ειπων ετι και δη περι ων παρεληλυθ' ερω - ηνικα τους ορκους τους περι της ειρηνης απειληφοτες ηκομεν οι πρεσβεις, τοτε Θεσπιας τινων και Πλαταιας υπισχνουμενων οικισθησεσθαι και τους μεν Φωκεας τον Φιλιππον, αν γενηται κυριος, σωσειν, την δε Θηβαιων πολιν διοικιειν και τον Ωρωπον υμιν υπαρξειν και την Ευβοιαν αντ' Αμφιπολεως αποδοθησεσθαι, και τοιαυτας ελπιδας και φενακισμους οις υπαχθεντες υμεις ουτε συμφορως ουτ' ισως καλως προεισθε Φωκεας ουδεν τουτων ουτ' εξαπατησας ουτε σιγησας εγω φανησομαι, αλλα προειπων υμιν - ως οιδ' οτι μνημονευετε - οτι ταυτ' ουτ οιδα, ουτε προσδοκω, νομιζω δε τον λεγοντα ληρειν.

Seguici