La morte di Epaminonda

Inserito in Diodoro Siculo.

Επαμεινωνδας ετι ζων εις την παρεμβολην απηνεχθη, και των συγκληθεντων ιατρων αποφηναμενων οτι παντως, οταν εκ του θωρακος εξαιρεθη το δορυ, συμβησεται και τον θανατον επακολουθησαι, ευψυχοτατα την του βιου καταστροφην εποιησατο. Πρωτον μεν γαρ τον υπασπιστην προσκαλεσαμενος επηρωτησεν ει διασεσωκε την ασπιδα. Του δε δηλουντος αυτην προ της ορασεως, παλιν επηρωτησε, ποτεροι νενικηκασιν. Αποφαινομενου δε του παιδος οτι Βοιωτοι νενικηκασιν· «Ωρα», εφη, «εστι τελευταν», και προσεταξεν εκσπασαι το δορυ. Αναβοησαντων δε των παροντων φιλων, και τινος ειποντος οτι· «Τελευτας ατεκνος, Επαμεινωνδα» και δακρυσαντος, «Μα Δια μεν», υπελαβε, «αλλα καταλειπω δυο θυγατερας, την τε εν Λευκτρονς νικην και την εν Μαντινεια». Και, του δορατος εξαιρεθεντος, ανευ πασης ταραχης εξεπνευσεν.

Nino, re Assiro

Inserito in Diodoro Siculo.

Νινος, ο των Ασσυριων βασιλευς, μεγαλας πραξεις επετελεσατο. Γενομενος γαρ φυσει πολεμικωτατος και φιλοτιμοτατος, καθωπλικει των νεων τους κρατιστους· γυμνασας δ' αυτους πλειονα χρονον, συνηθεις εποιησε παση κακοπαθεια και πολεμικοις κινδυνοις. Παρασκευασαμενος ουν στρατοπεδον αξιολογον, συμμαχιαν εποιησατο προς Αριαιον, τον βασιλεα της Αραβιας, η κατ' εκεινους τους χρονους εδοκει πληθυειν αλκιμων ανδρων. Επειτα εστρατευσε μετα πολλης δυναμεως επι τους Βαβυλωνιους κατοικουντας ομορον χωραν ραδιως δε χειρωσαμενος τους εγχωριους δια το των εν τοις πολεμοις κινδυνων απειρως εχειν, τουτοις εταξε τελειν κατ' ενιαυτον μεγαλους φορους. Μετα δε ταυτα πολλοις πληθραιν εις την Αρμενιαν εμβεβληκως και τινας των πολεων αναστατους πεποιηκως, κατεπληξατο τους εγχωριους· διοπερ ο βασιλευς αυτων Βαρζανης, ορων εαυτον ουιι αξιομαχον οντα, μετα πολλων δωρων απηντησε αυτω και παν ειπε το προσταττομενον ποιησειν.

Ostracismo e Petalismo

Inserito in Diodoro Siculo.

Παρα τοις Αθηναιοις εδει εκαστον των πολιτων γραφειν εις οστρακον τουνομα του δοκουντος των πολιτων μαλιστα δυνατου οντος τυραννειν, παρα δε τοις Συρακοσιοις εις πεταλον ελαιας γραφεσθαι τον δυνατωτατον των πολιτων και επειτα, διαριθμηθεντων των πεταλων η των οστρακων, τον πλειστα πεταλα η οστρακα λαβοντα εδει φευγειν πενταετη χρονον. Οι μεν ουν Αθηναιοι, τουτο το γενος της νομοθεσιας ωνομασαν οστρακισμον, οι δε Συρακοσιοι πεταλισμον. Ουτος δε ο νομος διεμεινε παρα μεν τοις Αθηναιοις επι πολυν χρονον, παρα δε τοις Συρακοσιοις κατελυθη ταχυ δια τοιαυτας τινας αιτιας. Των μεγιστων ανδρων φυγαδευομενων, οι μεν χαριεστατοι των πολιτων απετρεποντο των δημοσιων πραξεων, οι δε πονηροτατοι εφροντιζον των δημοσιων, και το πληθος προς νεωτερισμον και ταραχην ετραπη. Διοπερ οι Συρακοσιοι, την γνωμην μεταλλαξαντες, τον περι του πεταλισμου νομον κατελυσαν.

Leonida alle Termopili

Inserito in Diodoro Siculo.

Οι Ελληνες συνεδρευσαν περι μεσας νυκτας και εβουλευοντο περι των επιφερομενων κινδυνων. Ενιοι μεν ελεγον δειν παραχρημα καταλιποντας τας παροδους διασφζεσθαι προς τους συμμαχους· αδυνατον γαρ ειναι τοις μεινασι της σωτηριας τυχειν. Λεωνιδης δε ο βασιλευς των Λακεδαιμονιων, φιλοτιμουμενος αυτω δοξαν μεγαλην και τοις Σπαρτισταις, προσεταξε τους μεν αλλους Ελληνας απαντας απαλλασσεσθαι και σωζειν εαυτους, ινα κατα τας αλλας μαχας συναγωνιζονται τοις Ελλησιν αυτους δε τους Λακεδαιμονιους ελεγε δειν μενειν και την φυλακην των παροδων μη λιπειν πρεπειν γαρ τους ηγουμενους της Ελλαδος υπερ των πρωτειων αγωνιζομενους αποθνησκειν ετοιμους ειναι. Ευθυς ουν οι μεν αλλοι απηλλαγησαν, ο δε Λεωνιδης μετα των πολιτων ηρωικας πραξεις και παραδοξους επετελεσατο. Ολιγων οντων των Λακεδαιμονιων (Θεσπιεις γαρ μονους παρακατεσχε), και τους συμπαντας εχων ου πλειους των πεντακοσιων, ετοιμος ην υποδεξασθαι τον υπερ της Ελλαδος θανατον.

La Grecia dopo le guerre Persiane

Inserito in Diodoro Siculo.

Η Ξερξου του Περσων βασιλεως επι την Ελλαδα στρατεια δια το μεγεθος των δυναμεων τον μεγιστον ενεποιησε φοβον τοις Ελλησιν. Του δε πολεμου παρα την προσδοκιαν το τελος λαβοντος, ου μονον των κινδυνων απελυθησαν οι την Ελλαδα κατοικουντες, αλλα και δοξαν μεγαλην κατεκτησαντο, και τοσαυτης ευποριας επληρωθη πασα πολις Ελληνις, ωστε παντας θαυμασαι την ες τουναντιον μεταβολην. Απο γαρ τουτων των χρονων επι ετη τριακοντα πολλην επιδοσιν ελαβεν η Ελλας προς ευδαιμονιαν. Εν τουτοις γαρ τοις χρονοις αι τε τεχναι δια την ευποριαν ηυξηθησαν, και τοτε μεγιστοι τεχνιται εγενηθησαν, ων εστι Φειδιας ο αγαλματοποιος. Ομοιως δε και τα κατα την παιδειαν επι πολυ προυβαινε, και η φιλοσοφια προετιμηθη και η ρητορικη τεχνη παρα πασι μεν τοις Ελλησι, μαλιστα δε τοις Αθηναιοις.

Seguici