Annibale in Italia

Inserito in Diodoro Siculo.

Προς τους δυνατωτατους πολεμον εξενεγκας, επτακαιδεκα ετη σχεδον την Ιταλιαν επορθησεν, αηττητος δε εν πασαις ταις μαχαις εγενετο τηλικαυταις δε και τοσαυταις πραξεσι τους της οικουμενης ηγεμονας ενικησεν, ωστε δια το πληθος των κατακοπτομενων υπ' αυτου μηδενα ποτε τολμαν ετι κατα στομα μαχεσθαι προς αυτον. Πολλας μεν πολεις δοριαλωτους κατεκαιε, το δε κατα την Ιταλιαν εθνη πολυανθρωπια διαφεροντα σπανιζειν εποιησεν ανδρων. Και τας περιβοητους πραξεις επετελεσατο πολιτικοις μεν τελεσμασι και δυναμεσι, μισθοψοροις δε και συμμαχοις παμμιγεσι, και δια την συμφωνιαν δυσυποστατων περιεγενετο δια της ιδιας αγχινοιας και στρατηγικης αρετης, και πασιν εδηλωσεν οτι καθαπερ επι του σωματος ο νους, ουτως επι στρατευματος ο την ηγεμονιαν εχων ποιει τα κατορθωματα.

Un tiranno pacifista

Inserito in Diodoro Siculo.

Κατα την Σικελιαν Διονυσιος, ο των Συρακοσιων τυραννος ο νεωτερος, απρακτος ων και πολυ του πατρος καταδεεστερος, προσεποιειτο δια την απραγιαν ειρηνικος ει­ναι και πραος τον τροπον. Διοπερ προς τους Καρχηδονιους διαδεχομενος τον πολεμον προς τε τουτους ειρηνην εποιησατο και προς τους Λευκανους ομοιως διαπολεμησας αργως επι τινα χρονον, και ταις τελευταιαις μαχαις επι του προτερηματος γενομενος, ασμενως προς αυτους κατελυσατο τον πολεμον. Κατα δε την Απουλιαν δυο πολεις εκτισε, βουλομενος ασφαλη τοις πλεουσι τον Ιονιον πορον ποιησαι. Μετα δε ταυτα ελων εαυτω βιον ειρηνικον εξελυσε μεν των στρατιωτων τας εις τον πολεμον γυμνασιας, μεγιστην δε των κατα την Ευρωπην δυναστειαν παραλαβων την αρχην δια την ιδιαν ανανδριαν παραδοξως απεβαλεν.

Una saggia regina

Inserito in Diodoro Siculo.

Εβασιλευε τοτε των Σακων γυνη, Ζαρινα το ονομα, τολμη και αρετη πασων των εκει γυναικων πολυ διαφερουσα. Καθολου μεν το εθνος τουτο ολκιμους γυναικας εχει, και κοινωνουσας τοις ανδρασι πολεμου και κινδυνου· αυτη δε λεγεται τω τε καλλει γενεσθαι πασων ευιερεπεστατη, και τοις εργοις ουδεμιας ησσον θαυμαστη. Πολλους γαρ των πλησιον οικουντων βαρβαρων κατεπολεμησε και ιην των Σακων χωραν τραχειαν παλαι ουσαν ημερωσε και πολεις κτισασα ουκ ολιγας ευδαιμονεστερον τοις ομοεθνεσι τον βιον εποιησε. Διο και μετα την τελευτην αυτης οι εγχωριοι χαριν τε εχοντες των ευεργεσιων και της αρετης μνημονευοντες, ταφον αυτη φκοδομησαν μεγιστον των εν τοις εκει. Ην δε πυραμις ο ταφος, ομοια ταις εν Αιγυπτω· εποιησαν δε αυτη χρυσην εικονα, και τιμας απενειμαν τη Ζαρινη, οιας ουδενι των προ αυτης βασιλευσαντων.

Come Semiramide si impadronì del potere

Inserito in Diodoro Siculo.

Λεγουσι τινες των συγγραφεων την Σεμιραμιν εταιραν ευπρεπη γενεσθαι, και δια το καλλος εραστην αυτης γενεσθαι τον βασιλεα των Ασσυριων. Το μεν ουν πρωτον Σεμιραμις μετριας αποδοχης ετυχεν εν τοις βασιλειοις, μετα δε ταυτα, γνησια ηδη προσαγορευομενη γυνη, επεισε τον βασιλεα πενθ' ημερας αυτη παραχωρησαν της βασιλειας. Η δε Σεμιραμις, το τε σκηπτρον και την βασιλειον στολην αναλαβουσα, κατα μεν την πρωτην ημεραν ευωχιαν εποιησε και μεγαλοπρεπη δειπνα, εν οις τους των δυναμεων ηγεμονας και παντας τους επιφανεστατους επεισε συμπραττειν εαυτη· τη δ' υστεραια, του τε πληθους και των αξιολογοτατων ανδρων ως βασιλισσαν θεραπευοντων, τον μεν ανδρα κατεβαλεν εις την ειρκτην, αυτη δε φυσει μεγαλεπι βολος ουσα και τολμηρα κατεσχε την αρχην, και μεχρι γηρως βασιλευσασα πολλα και μεγαλα κατειργασατο.

I cittadini condannano la tregua

Inserito in Diodoro Siculo.

Οι Αργειοι, εγκαλεσαντες τοις Λακεδαιμονιοις οτι τα θυματα ουκ απεστειλαν τω Απολλωνι τω Πυθιω, πολεμον αυτοις κατηγγειλαν καθ' ον δη χρονον' Αλκιβιαδης, ο στρατηγος των Αθηναιων, εις την Αργειαν ηκεν εχων δυναμιν. Οι ουν Αργειοι μετ' αυτου εστρατευσαν επι Τροιζηνα, πολιν συμμαχον Λακεδαιμονιων, και την μεν χωραν λεηλατησαντες, ανεχωρησαν. Τουτο δε παρωξυνε τους Λακεδαιμονιους οι πολεμον κατηγγειλαν τοις Αργειοις· διο δυναμιν αγειραντες ηγεμονα εποιηοαντο Αγιν τον βασιλεα. Ουτος δε εστρατευσεν επι τοις Αργειοις και την μεν χωραν εδηωσεν, πλησιον δε της πολεως προυκαλειτο τους πολεμιους εις μαχην. Οι δε Ηλειοι και οι Μαντινεις τρισχιλιους στρατιωτας απεστειλαν βοηθους τοις Αργειοις. Τοτε δε οι στρατηγοι παρ' αμφοτεροις διαπρεσβευσαμεναι ανοχας εποιησαντο. Αι δε ανοχαι παροξυναν αμφοτερας τας πολεις, και οι μεν Αργκιαι απεκτειναν τους ηγεμονας, οι δε Λακεδαιμονιοι εβουλοντο μεν κολαζειν τον Αγιν, επαγγειλαμενου δ' αυτου διορθωσασθαι την αμαρτιαν, μογις συνεχωρησαν.

Seguici