Atene si prepara per l'invasione dei barbari

Inserito in Diodoro Siculo.

Συγχωρησασης της βουλης τω Θεμιστοκλει τον νεον λιμενα κατασκευασαν, ακριβως εγιγνωσκεν ο Θεμιστοκλης οτι καθαπερ επι του της πολεως τειχισμου διεκωλυσαν οι Λακεδαιμονιοι, τον αυτον τροπον επι της κατασκευης του λιμενος εγχειρησουσι διακοπτειν τας επιβολας των Αθηναιων. Εδοξεν ουν αυτω προς τοις Λακεδαιμονιοις πρεσβεις αποστειλαι ινα διδαξαιεν συμφερειν τοις κοινοις της Ελλαδος πραγμασιν εχειν αξιοχρεων λιμενα προς την των Περσων εσομενην στρατειαν. Ουτως ουν τους Σπαρτιατας αμβλυτερους ποιησας προς το κωλυειν, αυτος ειχετο των εργων. Ετι δε εσπουδασεν ινα, προς ταις υπαρχουσαις ναυσιν, εικοσι τριηρεις καθ' εκαστον ενιαυτον ο δημος κατασκευασειε, και τους μετοικους και τους τεχνιτας ατελεις ποιησειε, και οχλος πολυς πανταχοθεν εις την πολιν μετοικισαιτο, και πλειους τεχνας κατασκευασαιεν ευχερως.

La morte di Remo

Inserito in Diodoro Siculo.

Ο Ρωμυλος, κτιζων την Ρωμην, ταφρον περιεβαλλε τω Παλατιω κατα σπουδην, μη τινες των περιοικων κωλυσωσιν αυτου την προαιρεσιν. Ο θε Ρεμος, φθονων τφ αδελφω της ευτυχιας, προσερχομενος τοις εργαζομενοις εβλασφημεν απεφηνατο γαρ στενην ειναι την ταφρον, και επισφαλη εσεσθαι την πολιν, των πολεμιων ρςιδιως αυτην υπερβαινοντων. Ο δε Ρωμυλος οργισαμενος ελεξεν· «Παραγγελω πασι τοις πολιταις αμυνασθαι τον υπερβαινειν επιχειρουντα». Παλιν δε ο Ρεμος τοις εργαζομενοις ονειδιζων ελεγε στενην αυτους παρασκευαζειν την ταφρον και αυτος ταυτα λεγων υπερηλατο. Ην δε τις Κελερ, εις των εργαζομενων, Ος ελεξε· «Εγω δε αμυνουμαι τον υπερπηδωντα, κατα το προσταγμα του βασιλεως», και αμα ταυτα λεγων ανετεινε το σκαφειον και παταξας την κεφαλην απεκτεινε τον Ρεμον.

Fetonte

Inserito in Diodoro Siculo.

Πολλοι των ποιητων λεγουσι Φαεθοντα, τον Ηλιου υιον, παιδα ετι την ηλικιαν οντα, πεισαι τον πατερα μιαν ημεραν παραχωρησαι αυτοι του τεθριππου. Συνεχωρησε μεν ο πατηρ αυτω τουτο ο δε Φαεθων, ελαυνων το τεθριππον, ουκ ικανος ην των ηνιων κρατειν. Οι γαρ ιπποι, καταφρονησαντες του νεανιου, εξεχωρησαν του συνηθους δρομου και το μεν πρωτον κατα τον ουρανον πλανωμενοι εξεπυρωσαν τουτον, και εποιησαν τον νυν γαλαξιαν καλουμενον κυκλον, μετα δε ταυτα πολλην της οικουμενης κατεκαυσαν χωραν. Διο ο Ζευς, δυσχερανας, εκεραυνωσε τον Φαεθοντα, ος επεσε προς τας εκβολας του νυν Παδου καλουμενου ποταμου, και αι αυτου αδελφαι, θρηνησασαι την του Φαεθοντος τελευτην, δια την υπερβολην της λυπης μετεσχηματιζοντο εις αιγειρους.

Il ritorno di Teseo

Inserito in Diodoro Siculo.

Κατα τουτον τον δη χρονον μυθολογουσι Διονυσον επιφανεντα, και δια το καλλος της Αριαδνης αφελομενον του Θησεως την παρθενον, εχειν αυτην ως γυναικα γαμετην αγαπωμενην διαφεροντως. Μετα γουν την τελευτην αυτης δια την φιλοστοργιαν αθα­νατων καταξιωσαι τιμων, καταστερισαντα τον εν ουρανω στεφανον Αριαδνης. Τους δε περι τον Θησεα φασι δια την αρπαγην της κορης δυσφορουντας ισχυρως, και δια την λυπην επιλαθομενους της Αιγεως παραγγελιας, τοις μελασιν Ιστιοις καταπλειν εις την Αττικην. Αιγεα δε θεασαμενον τον καταπλουν, και δοξαντα τεθνηκεναι τον υιον, ηρωικην αμα πραξιν και συμφοραν επιτελεσασθαι· αναβαντα γαρ εις την ακροπολιν, και δια την υπερβολην της λυπης προσκοψαντα τω ζην, εαυτον κατακρημνισαι.

Storia dell'Egitto: gli animali sacri

Inserito in Diodoro Siculo.

Τα ιερα ζωα εν ιεροις μεν περιβολοις τρεφεται, θεραπευουσι δ' αυτα πολλοι των αξιολογων ανδρων τροφας παρεχοντες τας πολυτελεστατος· τοις ωμοφαγοις γαρ πολλα των ορνεων θηρευοντες παραβαλλουσι, και το καθολου μεγαλην εισφερονται σπουδην εις την πολυτελειαν της τροφης. Λουτροις τε χλιαροις χρωμενοι και μυροις τοις κρατιστοις αλειφοντες και παντοδαπας ευωδιας θυμιωντες ου διαλειπουσι, στρωμνας τε τας πολυτελεστατος και, κοσμον ευπρεπη χορηγουσι, προς δε τουτοις ομοφυλους θηλειας εκαστω των ζωων τας ευειδεστατας συντρεφουσιν, και θεραπευουσι ταις μεγισταις δαπαναις και λειτουργιαις. Εαν δε τελευτηση τι, πενθουσι μεν ισα τοις αγαπητων τεκνων στερομενοις, θαπτουσι δε ου κατα την εαυτων δυναμιν, αλλα πολυ την αξιαν της εαυτων ουσιας υ­περβαλλοντες. Μετα γαρ την Αλεξανδρου τελευτην, Πτολεμαιου του Λαγου βασιλευοντος αρτι της Αιγυπτου, ετελευτησεν εν Μεμφει ο Απις γηρα· ο δε την επιμελειαν εχων αυτου, πασαν την εαυτου ουσιαν εις ταφην εδαπανησεν.

Seguici