Storia dell'Egitto: i dodici re

Inserito in Diodoro Siculo.

Αναρχιας ουσης κατα την Αιγυπτον επ' ετη δυο, και του οχλου εις ταραχας και φονους τρεπομενου, συνωμοσιαν εποιησαντο οι μεγιστοι των ηγεμονων, δωδεκα οντες· συνεδρευσαντες δε εν Μεμφει και συνθηκας ποιησαμενοι περι της προς αλληλους ομονοιας και πιστεως, εποιησαν αυτοι εαυτους βασιλεις. Επ' ετη δε πεντεκαιδεκα κατα τους ορκους και τας ομολογιας αρξαντες και την προς αλληλους ομονοιαν διατηρησαντες, εβουλευσαντο κατασκευασει κοινον εαυτων ταφον, ινα, καθαπερ εν τω ζην ευνοουντες αλληλοις των ισων τιμων ετυγχανον, ουτω και μετα την τελευτην εν ενι τοπω εν μνημα τα εαυτων σωματα περιεχη. Εκλεξαμενοι ουν τοπον καλλιστον, κατεσκευασαν τον ταφον εκ των καλλιστων λιθων. Αρξαντων δε τουτων της Αιγυπτου πεντεκαιδεκα ετη, εξεδεξατο την παλιν εις βασιλευς.

Storia dell'Egitto: il faraone Sesoosi

Inserito in Diodoro Siculo.

Σεσοωσις, των Αιγυπτιων βασιλευς, μεγαλην δυναμιν παρασκευασας, πρωτον μεν προς τους Αιθιοπας εστρατευσε και καταπολεμησας ηναγκασεν αυτους φορους τελειν. Επειτα δε μακρα σκαφη ναυπηγησαμενος τας τε νησους τας εν τη Ερυθρα θαλαττη κατεκτησατο και τα παρα την θαλατταν χωρια. Ομοιως δε και πασαν την Ασιαν υπηκοον εποιησατο και των Κυκλαδων νησων τας πλειους. Επιχειρησας δε και της Ευρωπης κρατησαι, διοδευων την Θρςικην εκινδυνευσεν αποβαλλειν την δυναμιν δια σπανιν τροφης και των τοπων δυσχωριας. Διοπερ ορια της στρατειας ποιησαμενος εν τη Θρακη, στηλας κατεσκευασεν εν πολλοις τοποις· αυται δε τηνδε την επιγραφην ειχον· «Τηνδε την χωραν οπλοις κατεστρεψατο τοις εαυτου βασιλευς βασιλεων και δεσποτης δεσποτων Σεσοωσις».

Storia dell'Egitto: la fondazione di Menfi

Inserito in Diodoro Siculo.

Μεμφις πολις εστιν η επιφανεστατη των κατ' Αιγυπτον εκτισεν δ' αυτην Ουχορευς βασιλευς. Ωικοδομησε δε την πολιν εν τω επικαιροτατω τοπω απασης της χωρας, οπου ο Νειλος, σχιζομενος εις πλειονα μερη, ποιει το καλουμενον απο του σχηματος Δελτα. Τον μεν ουν περιβολον της πολεως εποιησε σταδιων εκατον και πεντηκοντα, την δ' οχυροτητα θαυμαστως κατεσκευασε τοιωδε τροπω. Τεοντος γαρ του Νειλου περι την πολιν και κατα τας αναβασεις επικλυζοντος, απο μεν του νοτου κατεσκευασε χωμα παμμεγεθες, εφ' ω την πολιν ωκοδομησεν, εκ δε των αλλων μερων πανταχοθεν ωρυξε λιμνην μεγαλην και βαθειαν, η το σφοδρον του ποταμου δεχομενη και παντα τον περι την πολιν τοπον πληρουσα, παντως ασφαλη αυτην εποιησεν. Ουτω δε καλως ο κτισας αυτην εστοχασατο της των τοπων ευκαιριας, ωστε οι εξης βασιλεις σχεδον απαντες εν ταυτη τη παλει τα τε βασιλεια και την οικησιν εποιησαντο.

Il Nilo

Inserito in Diodoro Siculo.

Ο Νειλος φερεται μεν απο μεσημβριας επι την αρκτον, τας δε πηγας εχει εκ τοπων αορατων κατα την ερημον της εσχατης Αιθιοπιας· η δε χωρα αβατος εστι δια την του Θερμου υπερβολην. Ο δε Νειλος μεγιστος εστι παντων των ποταμων και καμπας ποιειται μακρας· ποτε μεν γαρ επιστρεφει επι την ανατολην και την Αραβιαν, ποτε δε εκκλινει επι δυσμας και την Λιβυην. Ο Νειλος ανευ βιας και ορμης ρεει, πλην εν τοις λεγομενοις καταρακταις. Ο ποταμος περιλαμβανει και νησους· κατα μεν την Αιθιοπιαν η ονομαζομενη Μεροη εστιν, ενθα και πολις εστι ομωνυμος της νησου, κατα δε την Αιγυπτον αλλαι πλειστοι. Ο ποταμος ουν κατα τα κατω της Αιγυπτου σχιζεται εις επτα μερη και ποιει μεγιστον Δελτα, ουτω προσαγορευομενον δια την μορφην.

Dioniso e gli Indiani

Inserito in Diodoro Siculo.

Παλαι οι Ινδοι τροφος μεν ειχον τους αγριους καρπους, περιεβαλλοντο δε τας των θηριων δορας, θηριωδεστατον βιον διαγοντες. Υστερον δε Διονυσος εδιδασκεν τους αγρους σπειρειν και τα δενδρα και την αμπελον φυτευειν και παντα τα αλλα πρασσειν χρησιμωτατα προς τον ημερον βιον. Ηκε γαρ ο θεος, ως λεγεται, και εις την Ινδικην χωραν. Τοτε μεντοι οι Ινδοι υπο βαρυτατης νοσου επιεζοντο και πλειστοι στρατιωται αφηρουντο· ο δε θεος την στρατιαν εις ορεινους τοπους ηγεν, ενθα τη των υλων σκια και καθαροις πηγων υδασι και ψυχροις ανεμων πνοαις η νοσος επαυετο. Τελος ο θεος δωρεαν παρειχε τον οινον και τα αλλα χρησιμα προς ευδαιμονα βιον. Ουτω δια των του Διονυσου δωρων ο βιος τοις Ινδοις ηδιων και ολβιωτερος εγιγνετο.

Seguici