Plutone rapisce Persefone

Inserito in Diodoro Siculo.

Περσεφονη Διος και Δημητρας θυγατηρ ην. Βουλομενου μεν Πλουτωνος την κορην γαμειν και Αιδου βασιλειαν ποιειν, εναντιουμενης δε της μητρος, ο Ζευς συνεβουλευε την Περσεφονην αρπαζειν. Η αρπαγη εγιγνετο εν τοις λειμωσι τοις κατα την Ενναν. Εστι δ' ο τοπος πλησιον μεν της πολεως, ιων δε και αλλων ανθων παντοδαπων πληρης και θεας αξιος· δοκει δε εν μεσω ειναι πασης της νησου. Εχει δε πλησιον και αλση και λιμνας και σπηλαιον ευμεγεθες, συν χασματι καταγειω. Συλλεγουσης ουν της παρθενου ανθη εν τοις λειμωσιν εγγυς της πολεως, ο Πλουτων, επερχομενος εκ του σπηλαιου μεθ' αρματος, την κορην ηρπαζε και επανηρχετο εν Αιδου. Η δε Δημητηρ, το πραγμα ου γιγνωσκουσα, την θυγατερα μετα λαμπαδων νυκτος τε και ημερας κατα πασαν την γην εζητει, μεχρις ο Ζευς, οικτειρων την μητερα επι τημεγαλη λυπη, εξεφαινε την αρπαγην και την της Περσεφονης τυχην.

Perchè gli Egiziani adorano gli animali

Inserito in Diodoro Siculo.

Οι Αιγυπτιοι τα ζωα σεβονται δια την χρειαν· εκαστον των ζωων γαρ ωφελειαν προσφερει τω των ανθρωπων βιω. Η μεν θηλεια βους εργατας βους τικτει· αι δε οιες αμνους τικτουσιν, προσετι τοις μεν εριοις εσθητας και ευσχημοσυνην τοις ανθρωποις παρεχουσιν, τω δε γαλακτι και τυρω τροφας παρασκευαζουσιν. Ο δε κυων χρησιμος εστι προς τας θηρας και εις την φυλακην. Και η ιβις χρησιμη εστι προς τους οφεις και τας ακριδας, ο δε ιεραξ προς τους σκορπιους. Οι Αιγυπτιοι και τους λυκους σεβονται δια την ομοιοτητα της φυσεως προς τους κυνας, τους δε ιερακες οτι οι μαντεις εν τοις οιωνοις τοις ιεραξι χρωνται, και ουτω τα μελλοντα τοις ανθρωποις προαγγελλουσιν. Σεβονται δε και τους κροκοδειλους, οτι οχυροτητα τη χωρα παρεχουσιν οι γαρ λησται εκ της Αραβιας, τω φοβω των θηριων, τον Νειλον διανηχεσθαι ου τολμωσιν.

Coraggio di Solone

Inserito in Diodoro Siculo.

Σολων προς τη του βιου καταστροφη ορων Πεισιτρατον προς τυραννιδα παρορμωντα, το μεν πρωτον λογοις επεχειρησεν αποτρεπειν αυτον ταυτης της επιβουλης· ου προσεχοντος δε αυτου, ηκεν εις την αγοραν μετα της πανοπλιας παντελως ηδη γεγηρακως και παρεκαλει τους πολιτας αναλαβειν τα οπλα προς τον τυραννον. Ουδενος δε αυτω προσεχοντος, και παντων αυτου μανιαν καταγιγνωσκοντων, τινων δε παραγηραν αυτον αποφαινομενων, ο μεν Πεισιστρατος δορυφορους τινας περιαγομενος, παρα Σολωνος επυθετο τινι θαρρων την τυραννιδα καταλυειν αυτου βουλεται· του δε αποκριναμενου οτι τω γηρα, θαυμασας την φρονησιν αυτου, ουδεν αυτον ηδικησεν.

Il rapimento di Persefone

Inserito in Diodoro Siculo.

Πλουτων, Περσεφονην γαμεειν βουλομενος , Διος συνεργεοντος, αρπαζει την παρθενον κρυφα. Γιγνεται δε η αρπαγη εν τοις λειμωσι τοις κατα την Ενναν. Εστι δ' ο τοπος πλησιον μεν της πολεως, ιων δε και των αλλων ανθων παντοδαπων πληρης και θεας αξιος· δοκεει δε εν μεσω ειναι πασης της νησου, διο και Σικελιας ομφαλος προσαγορευεται. Εχει δε πλησιον και αλση και ελη και σπηλαιον ευμεγεθες, εχον χασμα καταγειον· και δια τουτου του χασματος, ως λεγουσιν, ο Πλουτων μεθ' αρματος επερχομενος ποιεει την αρπαγην, αποκομιζει την Κορην επι του αρματος και δυει καθ' Αιδου.

Costumi dei Galli

Inserito in Diodoro Siculo.

Οι Γαλαται τοις μεν σωμασιν ευμηκεις εισι, ταις δε σαρξι λευκοι, ταις δε κομαις ξανθοι. Τα δε γενεια τινες μεν ξυραονται, τινε δε μετριως υποτρεφουσιν. Εσθιουσι δε καθιζομενοι ουκ επι θρονων ωσπερ ημεις, αλλ' επι της γης, χραομενοι λυκων η κυνων δερμασι. Πλησιον δε αυτων εσχαραι εισι γεμουσαι πυρος και λεβητας εχουσαι και οβελους μεστους κρεων . Καλεουσι δε και τους ξενους επι τας ευωχιας, και μονον μετα το δειπνον πυνθανονται την ταυτοτητα των ξενων. Εν δε ταις οδοιποριαις και ταις μαχαις πορευονται συνωρισιν, εχοντος του αρματος ηνιοχον και παραβατην. Εσθησι δε χραονται καταπληκτικαις, χιτωσι ποικιλτοις χρωμασι παντοδαποις.

Seguici