Efficacia dell'insegnamento di Pitagora

Inserito in Diodoro Siculo.

Επ' αρχοντος Αθηνησι θηρικλεους, κατα την εξηκοστην πρωτην Ολυμπιαδα, Πυθαγορας ο φιλοσοφος εγνωριζετο, προκεκοφως ηδη εν παιδεια γεγονε γαρ ιστοριας αξιος, ει και τις ετερος των περι παιδειαν διατριψαντων. Γεγονε δε Σαμιος το γενος· οι δε φασιν οτι ην Τυρρηνος. Τοσαυτη δ' ην εν τοις αυτου λογοις πειθω και χαρις, ως και της πολεως σχεδον ολης επ' αυτον επιστρεφουσης καθ' ημεραν ωσπερει προς τινος θεου παρουσιαν, απαντας συντρεχειν επι την ακροασιν. Ου μονον δε περι την εν τω λεγειν δυναμιν εφαινετο μεγας, αλλα και ψυχης ενεφαινεν ηθος κατεσταλμενον και προς μιμησιν βιου σωφρονος τοις νεοις θαυμαστον αρχετυπον, και τους εντυγχανοντας απετρεπεν απο της πολυτελειας και τρυφης, απαντων δια την ευποριαν ανεδην εκκεχυμενων εις ανεσιν και διαφθοραν αγεννη του σωματος και της ψυχης.

Non deporremo le armi

Inserito in Diodoro Siculo.

Ξερξης, αγγελους αποστειλας, παρηγγειλε τοις Σπαρτιαταις τα μεν οπλα αποθεσθαι και αυτους συμμαχους ειναι Περσων βασιλεα δε δωσειν αυτοις χωραν πλειω και βελτιω. Οι δε Σπαρτιαται, ακουσαντες των αγγελων, απεκριναντο· «Τα μεν οπλα ουκ αποθησομεθα πως ανευ οπλων βασιλει συμμαχησομεν; Ει δε πολεμησομεν αυτω, πως γενναιως αμυνουμεθα; Χωραν δε ου δια κακιας, αλλα ον αρετης κτασθαι πατριον εστιν». Βασιλευς δε ταυτα ακουσας Δημαρατον, Σπαρτιατων βασιλεα, ος παρ' αυτω διετριβεν, ηρωτησεν· «Αρα οι Σπαρτιαται προς τας εμας δυναμεις αντιταξασθαι τολμησουσιν;». Ο δε Δημαρατος απεκρινατο· «Ω βασιλευ, συ αυτος των Ελληνων ανδρειαν ουκ αγνοεις· εχεις γαρ εν τη στρατια Ελληνικους μισθοφορους· μη ουν νομισης τους Σπαρτιατας υπερ της Ιδιας ελευθεριας αγωνιζομενους ηττον κινδυνευσειν η τους υπερ της σης αρχης».

Dopo le guerre persiane fiorisce la pace

Inserito in Diodoro Siculo.

Μετα τα Περσικα τα πλειστα εθνη εν ησυχια υπηρχε, παντων σχεδον ειρηνην αγοντων. Οι μεν γαρ Περσαι διττας συνθηκας πεποιηνενοι ησαν προς τους Ελληνας, τας μεν προς τους Αθηναιους και τους συμμαχους αυτων, εν αις ησαν αι κατα την Ασιαν Ελληνιδες πολεις αυτονομοι, τας δε προς τους Λακεδαιμονιους, εν αις τουναντιον ην βεβουλευμενον υπηκοους ειναι τοις Περσαις ταυτας τας πολεις. Ομοιως δε και τοις Ελλησι προς αλληλους υπηρχεν ειρηνη, πεποιημενων των Αθηναιων και των Λακεδαιμονιων σπονδας τριακονταετεις. Ομοιως δε και τα κατα την Σικελιαν εν ειρηνη ην, Καρχηδονιων μεν πεποιηνενων συνθηκας προς Γελωνα, των δε κατα την Σικελιαν πολεων Ελληνιδων την ηγεμονιαν τοις Συρακοσιοις συγκεχωρηκυιων, και των Ακραγαντινων μετα την ητταν την γενομενην περι τον Ιμεραν ποταμον συλλελυμενων προς τους Συρακοσιους.

Milone

Inserito in Diodoro Siculo.

Δημαγωγος τις επεισε τους Συβαριτας φυγαδευσαι τους ευπορωτατους των πολιτων. Των δε φυγαδων αφιγμενων εις Κροτωνα, ο μεν Τηλυς, ο των Συβαριτων βασιλευς, εξεπεμψε πρεσβευτας προς αυτους, οις ην προστεταγμενον η τους φυγαδας επιτρεπειν η πολεμον προσδεχεσθαι. Συνηγμενης δε εκκλησιας, εβουλευοντο ποτερον χρη τους ικετας τοις Συβαριταις αιτουσιν εγχειριζειν η πολεμον υπομειναι προς δυνατωτερους· απορουμενης δε της εκκλησιας, Πυθαγορου του φιλοσοφου συμβουλευσαντος σωζειν τους ικετας, τον πολεμον υπερ της των ικετων σωτηριας ανειλοντο. Στρατευσαντων δ' επ' αυτους των Συβαριτων, Μιλων ηγειτο των Κροτωνιατων και δια την υπερβολην της ρωμης ετρεψατο τους αντιτεταγμενους πολεμιους. Ο γαρ ανηρ ουτος, εξακις Ολυμπια νενικηκως, λεγεται προς την μαχην απαντησαι κατεστεφανωμενος μεν τοις Ολυμπικοις στεφανοις, διεσκευασμενος δε εις Ηρακλεους σκευην λεοντη και ροπαλω.

L'avanzata di Serse

Inserito in Diodoro Siculo.

Ξερξης μετα τον εξετασμον των δυναμεων προηγε μετα παντος του στρατευματος. Ως δε ηκεν επι τον Μηλιακον κολπον, επυθετο τους πολεμιους κεκρατηκεναι των παροδων και μετεπεμψατο τους απο της Ευρωπης συμμαχους, ου πολυ λειποντας των εικοσι μυριαδων, ωστ' εχειν αυτον ουκ ελαττους των εκατον μυριαδων στρατιωτων. Ωστε μηδεν θαυμαστον ειναι το λεγομενον υπερ του πληθους της του Ξερξου δυναμεως· λεγουσι γαρ τους ποταμους εκλελοιπεναι οτε οι στρατιωται επιον και τα Ιστια το πελαγος κεκρυφεναι. Των δε Περσων κατεστρατοπεδευκοτων παρα τον Σπερχειον ποταμον, ο Ξερξης απεστειλεν αγγελους εις τας θερμοπυλας και προσεταξε παραγγελλειν, οτι βασιλευς Ξερξης κελευει τα μεν οπλα εγχειριζειν, αυτους δε ακινδυνους ες τας πατριδας απερχεσθαι και συμμαχους ειναι των Περσων.

Seguici