Ciro decide di spodestare Artaserse

Παρυσατις μεν δη η μητηρ υπηρχε τω Κυρω, φιλουσα αυτον μαλλον η τον βασιλευοντα Αρταξερξην. Οστις δ' αφικνοιτο των παρα βασιλεως προς αυτον παντας ουτω διατιθεις απεπεμπετο ωστε αυτω μαλλον φιλους ειναι η βασιλει. Και των παρ' εαυτω δε βαρβαρων επεμελειτο ως πολεμειν τε ικανοι ειησαν και ευνοικως εχοιεν αυτω. Την δε Ελληνικην δυναμιν ηθροιζεν ως μαλιστα εδυνατο επικρυπτομενος, οπως οτι απαρασκευοτατον λαβοι βασιλεα. Ωδε ουν εποιειτο την συλλογην. Οποσας ειχε φυλακας εν ταις πολεσι παρηγγειλε τοις φρουραρχοις εκαστοις λαμβανειν ανδρας Πελοποννησιους οτι πλειστους και βελτιστους, ως επιβουλευοντος Τισσαφερνους ταις πολεσι. Και γαρ ησαν αι Ιωνικαι πολεις Τισσαφερνους το αρχαιον εκ βασιλεως δεδομενοι, τοτε δε αφειστηκεσαν προς Κυρον πασαι πλην Μιλητου· εν Μιλητω δε Τισσαφερνης προαισθομενος τα αυτα ταυτα βουλευομενους, αποστησαι προς Κυρον, τους μεν αυτων απεκτεινε, τους δ' εξεβαλεν.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2020 VersioniDiGreco.it