Filippo il Macedone

Inserito in Diodoro Siculo.

Ο Φιλιππος του Αμυντου εικοσι μεν και τεσσαρα ετη των Μακεδονων εβασιλευσεν, ελαχισταις δε αφορμαις χρησαμενος μεγιστην των κατα την Ευρωπην δυναστειων κατεσκευασε την ιδιαν βασιλειαν και παραλαβων την Μακεδονιαν δουλευουσαν Ιλλυριοις, πολλων και μεγαλων εθνων και πολεων κυριαν εποιησε, Δια δε την ιδιαν αρετην της μεν Ελλαδος απασης παρελαβε την ηγεμονιαν, εκουσιως των πολεων υποταττομενων. Ιλλυριους δε και Παιονας και Θρακας και Σκυθας καταπολεμησας την Περσων βασιλειαν επεβαλετο καταλυσαι και δυναμεις μεν εις την Ασιαν διαβιβασας τας Ελληνιδας πολεις ηλευθερου, μεσολαβηθεις δ' υπο της πεπρωμενης τηλικαυτας και τοιαυτας δυναμεις απελιπεν, ωστε τον υιον Αλεξανδρον μη προσδεηθηναι συμμαχων εις την καταλυσιν της Περσων ηγεμονιας. Και ταυτ' επραξεν ου δια τυχην, αλλα δια την ιδιαν αρετην.


La traduzione è visibile ai soli utenti Registrati

Seguici