Ciro arruola mercenari Greci

Αριστιππος δε ο Θετταλος ξενος ων ετυγχανεν αυτω, και πιεζομενος υπο των οικοι αντιστασιωταιν ερχεται προς τον Κυρον και αιτει αυτον εις δισχιλιους ξενους τριων μηνων μισθον, ως ουτως περιγενομενος αν των αντιτασιωτων. Ο δε Κυρος διδωσιν αυτω εις τετρακισχιλιους και εξ μηνων μισθον, και δειται αυτου μη προσθεν καταλυσαι προς τους αντιστασιωτας πριν αν αυτω συμβουλευσηται. Ουτω δε αυ το εν Θετταλια ελανθανεν αυτω τρεφομενον στρατευμα. Προξενον δε τον Βοιωτιον ξενον οντα εκελευσε λαβοντα ανδρας οτι πλειστους παραγενεσθαι, ως εις Πισιδας βουλομενος στρατευεσθαι, ως πραγματα παρεχοντων των Πισιδων τη εαυτου χωρα. Σοφαινετον δε τον Στυμφαλιον και Σωκρατην τον Αχαιον, ξενους οντας και τουτους, εκελευσεν ανδρας λαβοντας ελθειν οτι πλειστους, ως πολεμησων Τισσαφερνει συν τοις φυγασι τοις Μιλησιων. Και εποιουν ουτως ουτοι.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2020 VersioniDiGreco.it