La rivolta servile in Sicilia

Inserito in Diodoro Siculo.

Εν τουτω δε Κλεων τις Κιλιξ αλλων δουλων αποστασεως ηρξε. Και παντων ταις ελπισι μετεωρισθεντων ως αντιπολεμησει τα στασιασαντα προς αλληλους και αυτοι εαυτους οι αποσταται διαφθειροντες ελευθερω· σουσι την Σικελιαν της στασεως, παρα δοξαν αλληλοις συνεβησαν, του Κλεωνος υποταγεντος ψιλω του Ευνου προσταγματι και την του στρατηγου οια δη βασιλει χρειαν αποπληρουντος, εχοντος οικειον πληθος στρατιωτων πεντακισχιλιων ημεραι δ' εγγυς ησαν απο της αποστασεως τριακοντα. Και μετα βραχυ εκ Ρωμης ηκοντι στρατηγω Λευκιω Υψαιω, εχοντι στρατιωτας εκ Σικελιας οκτακισχιλιους, εις πολεμον κατασταντες οι αποσταται ενικησαν, πληθος οντες δισμυριοι. Μετ' ου πολυ δε αθροιζεται το συστημα αυτων εις μυριαδας εικοσι, και πολλοις τοις προς Ρωμαιους πολεμοις ενευδοκιμησαντες ελαττον αυτοι επταιον.


La traduzione è visibile ai soli utenti Registrati

Seguici