Roma interviene per sedare una ribellione

Inserito in Diodoro Siculo.

Κατα δε Σικελιαν ηυξετο το κακον, και πολεις ηλισκοντο αυτανδροι και πολλα στρατοπεδα υπο των αποστατων κατεκοπησαν, εως Ρουπιλιος ο Ρωμαιων στρατηγος το Ταυρομενιον ανεσωσατο Ρωμαιοις, καρτερως μεν αυτο πολιορκησας και εις αφατον αναγκην και λιμον τους αποστατας συγκλεισας, ωστε αρξαμενους εκ παιδων βορας και διελθοντας δια γυναικων μηδε της αυτων αλληλοφαγιας μηδ' ολως φεισασθαι· οτε και Κομανον τον αδελφον Κλεωνος φευγοντα εκ της πολιορκουμενης πολεως ειλε. Και το τελευταιον Σαραπιωνος Συρου την ακραν προδοντος, συμπαντων των εν τη πολει δραπετων ο στρατηγος εκυριευσεν ους και αικισαμενος κατεκρημνισεν. Εκειθεν επι την Ενναν ελθων παραπλησιως επολιορκει, εις εσχατην αναγκην συγκλειων τας των αποστατων ελπιδας. Και Κλεωνα τον στρατηγον εξελθοντα της πολεως και ηρωικως αγωνισαμενον μετ' ολιγων υπο των τραυματων δειξας νεκρον, ειλε και ταυτην προδοσια την πολιν, επει ουδ' ην αλωσιμος δια την οχυροτητα βι χειρος.


La traduzione è visibile ai soli utenti Registrati

Seguici