Plutone rapisce Persefone

Inserito in Diodoro Siculo.

Περσεφονη Διος και Δημητρας θυγατηρ ην. Βουλομενου μεν Πλουτωνος την κορην γαμειν και Αιδου βασιλειαν ποιειν, εναντιουμενης δε της μητρος, ο Ζευς συνεβουλευε την Περσεφονην αρπαζειν. Η αρπαγη εγιγνετο εν τοις λειμωσι τοις κατα την Ενναν. Εστι δ' ο τοπος πλησιον μεν της πολεως, ιων δε και αλλων ανθων παντοδαπων πληρης και θεας αξιος· δοκει δε εν μεσω ειναι πασης της νησου. Εχει δε πλησιον και αλση και λιμνας και σπηλαιον ευμεγεθες, συν χασματι καταγειω. Συλλεγουσης ουν της παρθενου ανθη εν τοις λειμωσιν εγγυς της πολεως, ο Πλουτων, επερχομενος εκ του σπηλαιου μεθ' αρματος, την κορην ηρπαζε και επανηρχετο εν Αιδου. Η δε Δημητηρ, το πραγμα ου γιγνωσκουσα, την θυγατερα μετα λαμπαδων νυκτος τε και ημερας κατα πασαν την γην εζητει, μεχρις ο Ζευς, οικτειρων την μητερα επι τημεγαλη λυπη, εξεφαινε την αρπαγην και την της Περσεφονης τυχην.


La traduzione è visibile ai soli utenti Registrati

Seguici