Detti di Aristotele

Inserito in Diogene Laerzio.

Αριστοτελης ερωτηθεις τι περιγιγνεται κερδος τοις ψευδομενοις· «Οταν», εφη, «λεγωσιν αληθειαν, μη πιστευεσθαι». Ονειδιζομενος ποτε οτι πονηρω ανθρωπω ελεημοσυνην παρεσχεν· «Ου τον τροπον,»ειπεν, «αλλα τον ανθρωπον ηλεησα». Της παιδειας εφη τας μεν ριζας ειναι πικρας, γλυκεις δε τους καρπους. Ερωτηθεις τι γηρασκει ταχυ· «Χαρις» εφη. Και τι εστιν ελπις· «Εγρηγοροτος», ειπεν, «ενυπνιον». Τριων εφη δειν παιδειαν, φυσεως, μαθησεως, ασκησεως. Ερωτηθεις τινι διαφερουσιν οι παιδεια χρωμενοι των απαιδευτων· «Οσω», ειπεν, «οι ζωντες των τεθνηκοτων». Την παιδειαν ελεγεν εν μεν ταις ευτυχιαις ειναι κοσμον, εν δε ταις ατυχιαις καταφυγην. Προς τον καυχωμενον ως απο μεγαλης πολεως ειη· «Ου τουτο», εφη, «δει σκοπειν, αλλ' οστις μεγαλης πατριδος αξιος εστιν».


La traduzione è visibile ai soli utenti Registrati

Seguici