Sentenze di Talete

Inserito in Diogene Laerzio.

Ουδεν εφη τον θανατον διαφερειν του ζην. «Συ ουν,» εφη τις, «δια τι ουκ αποθνησκεις;». «Οτι», εφη, «ουδεν διαφερει». Ερωτηθεις δε τι δυσκολον, εφη· «Το εαυτον γνωναι»· τι δε ευκολον· «Το αλλους παραινειν»· πως αν τις ατυχιαν ραστα φεροι, «Ει τους εχθρους χειρον πρασσοντας βλεποι»· πως αν αριστα και δικαιοτατα βιωσαιμεν· «Εαν α τοις αλλοις επιτιμωμεν, αυτοι μη δρωμεν»· τις ευδαιμων· «Ο το μεν σωμα υγιης, την δε ψυχην ευπορος, την δε φυσιν ευπαιδευτος». Φιλων παροντων και αποντων μνηστεον ειναι· μη την οψιν μονον καλλωπιστεον, αλλα την ψυχην τοις επιτηδευμασιν κοσμητεον. «Μη πλουτει», ελεγε, «κακως, μηδε διαβαλλετω σε λογος προς τους πιστεως κεκοινωνηκοτας». «Ους αν ερανους εισενεγκης», εφη, «τοις γονευσι, τους αυτους προσδεχου και παρα των τεκνων».


La traduzione è visibile ai soli utenti Registrati

Seguici