Detti del filosofo Aristippo

Inserito in Diogene Laerzio.

Αριστιππος, ερωτηθεις τι αυτω περιγεγονεν εκ φιλοσοφιας, εφη· «Το δυνασθαι πασιν ανθρωποις θαρρουντως ομιλειν». Ειποντος τινος ως αει τους φιλοσοφους βλεποι παρα ταις των πλουσιων θυραις, «και γαρ οι ιατροι», εφη, «παρα ταις των νοσουντων». Συνισταντος δε τινος αυτω τον υιον, ητησε πεντακοσιας δραχμας. Του δε ειποντος· «Τοσουτου δυναμαι ανδραποδον ωνησασθαι»· «Πριω,» εφη, «και εξεις δυο». Ερωτηθεις τινα εστιν α δει τους παιδας μανθανειν, εφη· «Οις ανδρες γενομενοι χρησονται». Διονυσιου του τυραννου δεομενος ποτε και επιτυγχανων, εις ποδας αυτου επεσε. Προς ουν τον επισκωψαντα· «Ουκ εγω», φησιν, «αιτιος, αλλα Διονυσιος, ος εν τοις ποσι τας ακοας εχει». Ερωτηθεις ποτε τι πλεον εχουσιν οι φιλοσοφοι, εφη· «Εαν παντες οι νομοι αναιρεθωσιν, ομοιως βιωσομεν».


La traduzione è visibile ai soli utenti Registrati

Seguici