Semiramide

Inserito in Eliano.

Σεμφαμιν την Ασσυριαν αλλοι μεν αλλως αδουσιν ωραιοτατη δε εγενετο γυναικων, ει και αφελεστερον εχρητο τω καλλει. Αφικομενη δε προς τον των Ασσυριων βασιλεα, κλητη κατα κλεος της ωρας, οδε εντυχων τη γυναικι ηρασθη αυτης. Η δε ητησεν εκ του βασιλεως την βασιλειον στολην λαβειν δωρα, και πεντε ημερων της Ασιας αρξαι, και τα απο ταυτης προσταττομενα ορασαι· και ουοε της αιτησεως ητυχησεν. Επει δε εκαυισεν αυτην ο ρασιλευς επι του θρονου, και εγνω δια χειρος και γνωμης εχουσα παντα, προσεταξε τοις δορυφοροις αυτον τον βασιλεα κτειναι και ουτω την των Ασσυριων αρχην κατεσχε.

Origini dell'insediamento umano sul suolo italico

Inserito in Eliano.

Την Ιταλιαν ωκησαν πρωτοι Αυσονες, αυτοχθονες. Πρεσβυτατον δε γενεσθαι λεγουσι Μαρην τινα καλουμενον, ου τα μεν εμπροσθεν λεγουσιν ανθρωπω ομοια, τα κατοπισθεν τω ιππω. Δοκει δε μοι πρωτος ιππων αναβηναι, ειτα εκ τουτου διφυης πιστευθηναι. Μυθολογουσι δε αυτον και βιωναι ετη τρια και εικοσι και εκατον. Την δε χωραν λεγουσιν οικησαι εθνη παμπολλα. Το δε αιτιον η των ωρων ευκρασια, και η της γης αρετη, και το ενυδρον αυτης, και το παμφορον, και το ευβοτον, και οτι ποταμοις καταρρυτος εστι, και θαλασσα αγαθη εστι παρ' αυτη.

Titormo e Milone

Inserito in Eliano.

Τιτορμω φασι τω βουχολω περιτυχειν τον Κροτωνιατην Μιλωνα, μεγαλοφρονουντα δια την ρωμην του σωματος. Θεασαμενος ουν μεγαν τον Τιτορμον το σωμα ιδειν, εβουλετο λαβειν αυτου της ισχυος πειραν. Ο δε Τιτορμος ελεγε μηδεν μεγα ισχυειν, καταβας δε ες τον Ευηνον και θοιματιον αποδυς λιθον λαμβανει μεγιστον, και πρωτον μεν ελκει αυτον προς εαυτον, ειτα απωθει, και δις και τρις τουτο εποιησε, ο δε Μιλων μολις τον λιθον εκινησεν. Ειτα επι την αγελην ηλθε, και μεγιστον ταυρον λαμβανει του ποδος· και ο μεν αποδραναι εσπευδεν, ου μην εδυνατο. Θεασαμενος δε ο Μιλων ες τον ουρανον τας χειρας τεινας εφατο «Ω Ζευ, μη Ηρακλη ημιν ετερον εσπειρας;».

Il poeta Frinico

Inserito in Eliano.

Φρυνικον Αθηναιοι στρατηγον ειλοντο ουτε κατα σπουδας ουτε κατα την του γενους αξιαν ουτε μην οτι ην πλουσιος· πολλακις γαρ και εκ τουτων εθαυμαζοντο εν ταις Αθηναις και των αλλων προηρουντο. Αλλ' εν τινι τραγωδια μελη επιτηδεια προς τον πολεμον εξεπονησεν, ουτως αρα εκρατησε των θεωμενων, ωστε παραχρημα αυτον ειλοντο στρατηγειν, πιστευσαντες οτι των πολεμικων εργων ηγησεται καλως και ες δεον, οπου ειργασατο μελη μη απαδοντα τοις ενοπλοις ανδρασιν.

Il cigno

Inserito in Eliano.

Λεγει Αριστοτελης τον κυκνον καλλιπαιδα ειναι και πολυπαιδα, εχειν γε μην και θυμον. Πολλακις γουν ελαθεντες εις οργην εμαχεσαντο και απεκτειναν αλληλους οι κυκνοι. Λεγει δε ο αυτος και μαχεσθαι τους κυκνους τοις αετοις· αμυνεσθαι γε μην αυτους, αλλ' ουκ αρχειν αδικων. Οτι δε εισι φιλωδοι, τουτο μεν ηδη τεθρυληται. Εγω δε αδοντος κυκνου ουκ ηκουσα, ισως οε ουοε αλλος· πεπιστευται δ' ουν οτι αδει. Και λεγουσι γε αυτον μαλιστα ειναι ευφωνοτατον τε και ωδικωτατον, οταν η περι την καταστροφην του βιου. Διαβαινουσι δε και πελαγος, και αυτοις ου καμνει το πτερον.

Seguici