Dionigi di Siracusa

Inserito in Eliano.

Διονυσιος δε ο δευτερος την αρχην ειχεν ευ μαλα πεφυλαγμενην τουτον τον τροπον. Ναυς μεν εκεκτητο ουκ ελαττους των τετρακοσιων, πεζων δε δυναμιν εις δεκα μυριαδας, ιππεις δε εννεακισχιλιους. Η δε πολις λιμεσιν εκεκοσμητο μεγιστοις, και τειχος αυτη περιεβεβλητο υψηλοτατον, οπλα δε ειχεν ετοιμα ναυσιν αλλαις πεντακοσιαις, συνελελεκτο και σιτος ες εκατον μεδιμνων μυριαδας. Και οπλοθηκη επεπληρωτο ασπισι και μαχαιραις και δορασι και θωραξι και καταπελταις· ο δε καταπελτης ευρημα ην αυτου Διονυσιου.

Socrate umilia la superbia di Alcibiade

Inserito in Eliano.

Ορων ο Σωκρατης τον Αλκιβιαδην τετυφωμενον επι τω πλουτω και μεγα φρονουντα επι τη περιουσια και ετι πλεον επι τοις αγροις, ηγαγεν αυτον εις τινα της πολεως τοπον, ενθα ην πινακιον εχον γης περιοδον και προσεταξε τω Αλκιβιαδη την Αττικην ενταυθ' αναζητειν. Ως δ' ευρε, προσεταξε αυτω τους αγρους τους ιδιους διαθρησαι· του δε ειποντος· «Αλλ' ουδαμου γεγραμμενοι εισιν », «Επι τουτοις ουν, ειπε, μεγα φρονεις, οιπερ ουοεν μερος της γης εισιν;».

Il pio Enea

Inserito in Eliano.

Οταν κατελυθη το Ιλιον, οικτειραντες οι Αχαιοι τας των αλισκομενων τυχας, τουτο εκηρυξαν, εκαστον των ελευβερων εν, ο τι ρουλεται, των οικειων αποφερειν. Ο ουν Αινειας λεγεται τους πατρωους θεους βαστασας πεφορηκεναι, υπεριοων των αλλων ησσεντες ουν επι τη του ανδρος ευσεβεια οι Ελληνες και δευτερον αυτω κτημα συνεχωρησαν λαβειν. Τον δε λεγουσι τον πατερα, πανυ σφοδρα γεγηρακοτα, αραμενον επι των ωμων, κεκομικεναι. Υπερεκπλαγεντες ουν και επι τουτω ουχ ηκιστα, παντα αυτω των οικειων κτηματων συνεχωρησαν, ομολογουντες οτι προς τους ευσεβεις των ανθρωπων και οι πολεμιοι ημεροι γιγνονται.

Vanità di Alessandro

Inserito in Eliano.

Αλεξανδρος, δτε ενικησε Δαρειον και την Περσων αρχην κατεκτησατο, μεγα εφ' εαυτω φρονων και εκθεουμενος, επεστειλε τοις Ελλησι θεον αυτον ψηφισασθαι. Γελοιως γε· ου γαρ απερ ουν εκ της φυσεως ουκ ειχε, ταυτα εκ των ανθρωπων αιτων εκεινος εκεροαινεν. Αλλοι μεν ουν αλλα εψηφισαντο, Λακεδαιμονιοι δε εκεινα· «Επειδη Αλεξανδρος βουλεται θεος ειναι, εστω θεος»· ουτως λακωνικως τε αμα και κατα τον επιχωριον σφισι τροπον οι Λακεδαιμονιοι ηλεγξαν την εμπληξιν του Αλεξανδρου.

Antistene e Diogene

Inserito in Eliano.

Επει ο Αντισθενης πολλους προυτρεπεν επι φιλοσοφιαν, οι δε ουδεν αυτω προσειχον, τελος ηγανακτει και ουδενα προσεδεχετο. Και Διογενη ουν ηλαυνεν απο της συνουσιας αυτου. Επει δε ην λιπαρεστερος ο Διογενης και προσελιπαρει, ενταυθα κατα της κεφαλης τη βακτηρια παισειν αυτου ηπειλει. Ο δε ουκ απηλλαττετο, αλλ' ετι μαλλον προσελιπαρει φιλοπονως, ακουειν αυτου διψων, και ελεγε· «Συ μεν παιε, ει βουλει, εγω δε κατακλινω την κεφαλην και ουκ αν ουτως χρωο τη βακτηρια σκληρη, ωστε με απελαυνειν των διατριβων των σων». Ο δε υπερησπαζετο αυτον.

Seguici