La valle di Tempe

Inserito in Eliano.

Εστι χωρος μεταξυ του Ολυμπου και της Οσσης. Διαρρει δε αυτον ο καλουμενος ποταμος Πηνειος· εις τουτον δε και οι λοιποι ποταμοι συρρεουσι και ανακοινουνται το υδωρ αυτω, και ποιουσι τον Πηνειον μεγαν. Διατριβας δ' εχει ποικιλας και παντοδαπας ο τοπος ουτος, ουκ ανθρωπινης χειρος εργα, αλλα φυσεως. Διαρρεουσι δε και κρηναι συχναι, και επιρρει ναματα υδατων ψυχρων και πινειν ηδιστων. Λεγεται δε τα υδατα ταυτα και τοις λουομενοις αγαθα ειναι και εις υγιειαν αυτοις συμβαλλεσθαι. Καταδουσι δε και ορνιθες και τερπουσιν ευ μαλα τας ακοας και παραπεμπουσι τους παροδιτας, τον καματον δια του μελους αφανιζοντες. Δια μεσων δε των Τεμπων ο Πηνειος ποταμος ερχεται σχολη. Πολλη δε κατ' αυτου η σκια εκ των δενδρων και των κλαδων τικτεται, ωστε αποστεγειν την του ηλιου ακτινα και παρεχειν τοις πλεουσι ψυχος.

Origine di una manifestazione ateniese

Inserito in Eliano.

Μετα την των Περσων νικην παρα τοις Αθηναιοις νομος ην αλεκτρυονας αγωνιζεσθαι δημοσια εν τω θεατρω μιας ημερας του ετους. Απο τουδε του πραγματος την αρχην ελαμβανεν ο νομος. Οτε Θεμιστοκλης επι τους Περσας εξηγεν την πολιτικην δυναμιν, αλεκτρυονας θεαεται μαχομενους· ουδε αργως αλεκτρυονων αγωνα οραει. Επιστασιν γαρ της στρατιας κελευει και προς τους αλεκτρυονας λεγει τοις στρατιωταις· « Αλλ' ουτοι ουτε υπερ πατριδος, ουτε υπερ πατρωων θεων, ουτε μην υπερ προγονικων ηριων κακοπαθεουσιν, ουδε υπερ δοξης, ουδε υπερ ελευθεριας, ουδε υπερ παιδων, αλλ' υπερ του μη ητταεσθαι μηδε εικειν θατερω τον ετερον». Απερ ουν λεγων ο Θεμιστοκλης εθαρσυνε τους Αθηναιους προς τους πολεμιους. Το τοινυν πραγμα κατα ετος εκαστον μνημονευεται και τοις Αθηναιοις παρορμησις προς την αρετην εστιν.

Le Api

Inserito in Eliano.

Εισι δε τινες και εν ταις μελιτταις αργοι μελιτται, ου μην απρακτοι τον τροπον· ου γαρ λυμαινονται τοις κηριοις, αλλα τρεφονται εκ των ανθεων και αυται πετομεναι και συννομοι ταις αλλαις ουσαι· ει δε και εισιν ατεχνοι περι την εργασιαν του μελιτος, αλλα γουν ουκ εισιν απρακτοι παντη. Αι μεν γαρ αυτων υδωρ τω βασιλει κομιζουσι και ταις πρεσβυτεραις, αιπερ ου ν τω βασιλει παραμενουσι και ες την οορυφοριαν την αυτου αποκρινονται· ετεραι οε αυτων εχουσιν εκεινο εργον, τας αποθνησκουσας των μελιττων εξω φερουσι· αλλαι δε νυκτωρ φυλαττουσι την των κηριων οικοδομιαν.

Una legge persiana

Inserito in Eliano.

Νομος ουτος μαλιστα υπο των Περσων φυλαττετοα· οταν εις την χωραν ελαυνη βασιλευς, παντες αυτω Περσαι κατα την εαυτου δυναμιν, εκαστος προσκομιζει. Οι δη οντες εν γεωργια ουδεν των αγαν πολυτελων προσφερουσιν, αλλ' η βους, η οις, οι δε σιτον, και οινον αλλοι. Παρελαυνοντι δ' αυτω ταυτα υπο εκαστου προσφερεται, και ονομαζεται ωρα. Οι δε ετι τουτων ενδεεστεροι τον ριον, και γαλα, και φοινικας, και τυρον προσφερουσιν αυτω, και τρωκτα ωραια, και τας αλλας απαρχας των επιχωριων.

Seguici