Empietà di Macareo

Inserito in Eliano.

Μυτιληναιος ανηρ τις, Μακαρευς το ονομα, Ιερευς του Διονυσου, λογω μεν πραος εδοκει ειναι και επιεικης, εργω δε ανοσιωτατος παντων των ανθρωπων ην. Ξενου δε ποτε ηκοντος παρ' αυτον και δοντος αυτω παρακαταθηκην χρυσιου πληθος, εν τω μυχω του νεω την γην διασκαψας ο Μακαρευς κατωρυξε το χρυσιον. Μετ' ου δε πολυν χρονον ο ξενος το χρυσιον απητει. Ο δε εισαγαγων ενδον, ως αποδωσων τον θησαυρον, κατεσφαξε, και το χρυσιον ανωρυξεν, σντ' αυτου δε το του ξενου σωμα κατεθετο· και ωετο, ωσπερ τους ανθρωπους, ουτω και τον θεον λανθανειν. Αλλα μετα μικρον εδωκεν ο Μακαρευς την δικην συν τη εαυτου κεφαλη και τη της γυναικος και τη των παιδων προσετι.

Titormo e Milone

Inserito in Eliano.

Τιτορμω φασι τω βουκολω απαντησαι τον Κροτωνιατην Μιλωνα, μεγαλοφρονουντα δια την ρωμην του σωματος. Θεασαμενος ουν μεγαν τον Τιτορμον, εβουλετο αυτου της ισχυος πειραν ποιεισθαι. Ο δε Τιτορμος ελεγε μηδεν μεγα ισχυειν, καταβας δε εις τον Ευηνον ποταμον και θοιματιον αποδυς λιθον λαμβανει μεγιστον, και πρωτον μεν ελκει αυτον προς εαυτον, ειτα απωθει, και δις και τρις τουτο εποιησε, και μετα ταυτα αυτον ηρεν εως εις τα γονατα, και τελος αραμενος επι των ωμων εφερεν οσον επ' οργυιας οκτω και ερριψεν ο δε Κροτωνιατης Μιλων μολις τον λιθον εκινησεν. Ειτα Τιτορμος επι την αγελην ερχεται, και στας εν μεσω τον μεγιστον ταυρον αγριον οντα λαμβανει του ποδος· και ο μεν αποδραναι εσπευδεν, αλλ' ουκ εδυνατο. Παριοντα δε ετερον τη ετερα χειρι συναρπασας του ποδος ομοιως ειχε. Θεασαμενος δε ταυτα, ο Μιλων εις τον ουρανον τας χειρας τεινας εφατο· «Τω Ζευ, μη τουτον Ηρακλη ημιν ετερον εσπειρας;». Εντευθεν ρηθηναι λεγουσι την παροιμιαν Αλλος ουτος Ηρακλης.

Sciocca vanità di Annone

Inserito in Eliano.

Αννων ο Καρχηδονιος, υψουμενος υπο της τρυφης, ουκ εβουλετο διαμενειν εν τοις των ανθρωπων δροις, αλλα θεος ενομιζεν ειναι και ελεγεν αυτου του Διος κρεισσων ειναι. Ελαμβανεν ουν παμπολλους ορνιθας ωδικους και, τρεφων αυτους εν σκοτω, εν ρημα εδιδασκε λεγειν· «Αννων θεος εστιν». Επει δε εκεινοι, ταυτην μονην φωνην ακουοντες, εμανθανον, επεμπεν αλλον αλλοσε, οιομενος παντας τους ανθρωπους ακουσειν τουτον τον λογον και νομιειν αληθως αυτον θεον ειναι. Οι δ' ορνιθες, παλιν ελευθεροι γιγνομενοι, ταχεως τα μαθηματα τα εν τη δουλεια επελανθανοντο, και αυθις τα οικεια ηδον και τα των ορνιθων φθεγματα εφθεγγοντο. Και ουτως ο κενοδοξος και υπερηφανος Αννων εψευδετο της ηλιθιου ελπιδος αυτου.

Generosità di Dario

Inserito in Eliano.

Ημερωτατον δε Δαρειου τουτο το εργον ακουω του παιδος του Ιστασπου. Αριβαζος ο Γρκανος επεβουλευσεν αυτω μετα και αλλων ανδρων ουκ αφανων εν Περσαις· ην δε η επιβουλη εν κυνηγεσιω. Απερ προμαθων ο Δαρειος ουκ επτηξεν, αλλα προσταξας αυτοις λαβειν τα οπλα και τους Ιππους, εκελευσεν αυτους διατεινασθαι τα παλτα, και δριμυ ενιδων «Τι ουν ου δρατε τουτο» ειπεν «εφ' δ και ωρμησατε;». Οι δε ιδοντες ατρεπτον ανδρος βλεμμα ανεσταλησαν την ορμην. Το δεος δε αυτους κατεσχεν ουτως, ως και εκβαλειν τας αιχμας και αφαλασθαι των Ιππων και προσκυνησαι Δαρειον και εαυτους παραδουναι ο τι και βουλοιτο πραττειν. Ο δε διεστησεν αλλους αλλη, και τους μεν επι τα της Ινδικης ορια απεπεμψε, τους δε επι τα Σκυθικα. Και εκεινοι εμειναν αυτω πιστοι, δια μνημης εχοντες την ευεργεσιαν.

Audacia di Perdicca

Inserito in Eliano.

Περδικκας ο Μακεδων ο συστρατευσαμενος Αλεξανδρω ουτως αρα ην ευτολμος, ως ποτε ες σπηλαιον παρελθειν ενθα ειχεν ευνην λεαινα μονος. Και την μεν λεαιναν ου κατελαβε, τους γε μην σκυμνους αυτης κομιζων προηλθε, και εδοξεν επι τουτω θαυμαζεσθαι ο Περδικκας. Πεπιστευται δε ου μονον παρα τοις Ελλησιν αλκιμωτατον τε και δυσμαχωτατον ειναι θηριον η λεαινα, αλλα και παρα τοις βαρβαροις. Φασι γουν και Σεμιραμιν την Ασσυριαν οτι ουκ, ει ποτε ειλε λεοντα η παρδαλιν κατεκτανεν η αλλο τι των τοιουτων, αλλ' ει λεαινης εγκρατης εγενετο, μεγα εφρονει.

Seguici