Modestia di Platone

Inserito in Eliano.

Πλατων ο φιλοσοφος εν Ολυμπια συνεσκηνωσεν αγνωσιν ανθρωποις, και αυτος ων αυτοις αγνως, συνεστιωμενος τε και συνδιημερευων αυτοις αφελως. Ουτε δε Ακαδημειας ουτε Σωκρατους μνημην εποιησατο· τουτο μονον εμφανισας αυτοις, οτι καλειται Πλατων. Επει δε ηλθον εις τας Αθηνας, υπεδεξατο αυτους ευ μαλα φιλοφρονως. Και οι ξενοι· «Αγε,» ειπον, «ω Πλατων, επιδειξον ημιν και τον ομωνυμον σου, τον Σωκρατους ομιλητην, και επι την Ακαδημειαν ηγησαι την εκεινου, και συστησον τω ανδρι, ινα τι και αυτου απολαυσωμεν». Ο δε ηρεμας υπομειδιασας, ωσπερ ουν και ειωθεν· «Αλλ' εγω», φησιν, «αυτος εκεινος ειμι». Οι δε εξεπλαγησαν ει τον ανδρα εχοντες μεθ' εαυτων τον τοσουτον ηγνοησαν, ατυφως αυτου συγγενομενου και ανεπιτηδευτως αυτοις, και δειξαντος οτι εδυνατο και ανευ των συνηθων λογων χειρουσθαι τους συναντας.


La traduzione è visibile ai soli utenti Registrati

Seguici