Un aneddoto su Alessandro

Inserito in Eliano.

Αλεξανδρος οτε ενικησε Δαρειον και την Περσων αρχην κατεκτησατο, μεγα εφ' εαυτω φρονων και υπο της ευτυχιας της περιλαβουσης αυτον τοτε εκθεουμενος, επεστειλε τοις Ελλησι θεον αυτον ψηφισασθαι. Γελοιως γε. Ου γαρ απερ ουν εκ της φυσεως ουκ ειχε, ταυτα εκ των ανθρωπων αιτων εκεινος εκερδαινεν. Αλλοι μεν ουν αλλα εψηφισαντο, Λακεδαιμονιοι δε εκεινα· «επειδη Αλεξανδρος βουλεται θεος ειναι, εστω θεος», Λακωνικως τε αμα και κατα τον επιχωριον σφισι τροπον ελεγξαντες την εμπληξιν οι Λακεδαιμονιοι του Αλεξανδρου.


La traduzione è visibile ai soli utenti Registrati

Seguici