La superbia di Menecrate punita da Filippo

Inserito in Eliano.

Μενεκρατης ο Ιατρος εις τοσουτον προηλθε τυφου, ωστε εαυτον ονομαζειν Δια. Επεστειλε δε ποτε επιστολην Φιλιππω, τω Μακεδονων βασιλει, εν η ταδε εγεγραπτο· «Φιλιππω Μενεκρατης ο Ζευς ευ πραττειν». Αντεγραψε δε αυτω ο Φιλιππος· «Φιλιππος Μενεκρατει υγιαζεσθαν διο συμβουλευω σοι εις Αντικυραν προσιεναι». Ηινιττετο δε αρα διο τουτων οτι παρεφρονει ο ανηρ. Ειστια ποτε μεγαλοπρεπως ο Φιλιππος, και δη και τουτον επι θοινην εκαλεσε, και ιδια κλινην αυτω εκελευσε παρεσκευασθαι και κατακλιθεντι θυμιατηριον παρεθηκεν, και εθυμιατο αυτω· οι δε λοιποι ειστιωντο, και ην μεγαλοπρεπες το δειπνον. Ο τοινυν Μενεκρατης τα μεν πρωτα ενεκαρτερει και εχαιρε τη τιμη· επει δε κατα μικρον ο λιμος περιηλθεν αυτον και ηλεγχετο οτι ην ανθρωπος, εξαναστας ωχετο και ελεγεν υβρισθαι, εμμελως πανυ του Φιλιππου την ανοιαν αυτου εκκαλυψαντος.


La traduzione è visibile ai soli utenti Registrati

Seguici