Imitazione di Serse contro l'Ellesponto

Inserito in Erodoto.

Ες ταυτην ων την ακτην εξ Αβυδου ορμωμενοι εγεφυρουν τοισι προσεκειτο, την μεν λευκολινου Φοινικες, την δε βυβλινην Αιγυπτιοι· εστι δε επτα σταδιοι εξ Αβυδου ες την απαντιον. Και δη εζευγμενου του πορου επιγενομενος χειμων μεγας συνεκοψε τε εκεινα παντα και διελυσε. Ως δ' επυθετο Ξερξης, δεινα ποιευμενος τον Ελλησποντον εκελευσε τριηκοσιας επικεσθαι μαστιγι πληγας και κατειναι ες το πελαγος πεδεων ζευγος. Ηδη δε ηκουσα ως και στιγεας αμα τουτοισι απεπεμψε στιξοντας τον Ελλησποντον. Ενετελλετο δε ων ραπιζοντας λεγειν βαρβαρα τε και ατασθαλα· «Τω πικρον υδωρ, δεσποτης τοι δικην επιτιθει τηνδε, οτι μιν ηδικησας ουδεν προς εκεινου αδικον παθον. Και βασιλευς μεν Ξερξης διαβησεται σε, ην τε συ γε βουλη ην τε μη. Σοι δε κατα δικην αρα ουδεις ανθρωπων θυει, ως εοντι και θολερω και αλμυρω ποταμω».

Straordinari preparativi di Serse contro la Grecia

Inserito in Erodoto.

Απο γαρ Αιγυπτου αλωσιος επι μεν τεσσερα ετεα πληρεα παραρτεετο στρατιην τε και τα προσφορα τη στρατιη, πεμπτω δε ετει ανομενω εστρατηλατεε χειρι μεγαλη πληθεος. Στολων γαρ των ημεις ιδμεν πολλω δη μεγιστος ουτος εγενετο, ωστε μητε τον Δαρειου τον επι Σκυθας παρα τουτον μηδενα φαινεσθαι μητε των Σκυθεων οτε Σκυθαι Κιμμεριους διωκοντες ες την Μηδικην χωρην εσβαλοντες σχεδον παντα τα ανω της Ασιης καταστρεψαμενοι ενεμοντο, των εινεκεν υστερον Δαρειος ετιμωρεετο, μητε κατα τα λεγομενα τον Ατρειδεων ες Ιλιον μητε τον Μυσων τε και Τευκρων τον προ των Τρωικων γενομενον, οι διαβαντες ες την Ευρωπην κατα Βοσπορον τους τε Θρηικας κατεστρεψαντο παντας και επι τον Ιονιον ποντον κατεβησαν μεχρι τε Πηνειου ποταμου το προς μεσαμβριης ηλασαν.

Evento prodigioso nella battaglia di Maratona

Inserito in Erodoto.

Εν ταυτη τη εν Μαραθωνι μαχη απεθανον των βαρβαρων κατα εξακισχιλιους και τετρακοσιους ανδρας, Αθηναιων δε εκατον και ενενηκοντα και δυο· επεσον μεν αμφοτερων τοσουτοι. Συνηνεικε δε αυτοθι θωμα γενεσθαι τοιονδε· Αθηναιον ανδρα Επιζηλον τον Κουφαγορεω εν τη συστασι μαχομενον τε και ανδρα γινομενον αγαθον των ομματων στερηθηναι, ουτε πληγεντα ουδεν του σωματος ουτε βληθεντα, και το λοιπον της ζοης διατελεειν απο τουτου του χρονου εοντα τυφλον. Λεγειν δε αυτον περι του παθεος ηκουσα τοιονδε τι να λογον ανδρα οι δοκεειν οπλιτην αντιστηναι μεγαν, του το γενειον την ασπιδα πασαν σκιαζειν, το δε φασμα τουτο εωυτον μεν παρεξελθειν, τον δε εωυτου παραστατην αποκτειναι. Ταυτα μεν δη Επιζηλον επυθομην λεγειν.

La battaglia di Maratona

Inserito in Erodoto.

Μαχομενων δε εν τω Μαραθωνι χρονος εγινετο πολλος. Και το μεν μεσον του στρατοπεδου ενικων οι βαρβαροι, τη Περσαι τε αυτοι και Σακαι ετεταχατο· κατα τουτο μεν δη ενικων οι βαρβαροι και ρηξαντες εδιωκον ες την μεσογαιαν, το δε κερας εκατερον ενικων Αθηναιοι τε και Πλαταιεες. Νικωντες δε το μεν τετραμμενον των βαρβαρων φευγειν εων, τοισι δε το μεσον ρηξασι αυτων συναγαγοντες τα κερεα αμφοτερα εμαχοντο, και ενικων Αθηναιοι. Φευγουσι δε τοισι Περσησι ειποντο κοπτοντες, ες ο επι την θαλασσαν απικομενοι πυρ τε αιτεον και επελαμβανοντο των νεων.

Milziade spinge alla battaglia il polemarco Callimaco

Inserito in Erodoto.

Ημεων των στρατηγων εοντων δεκα διχα γινονται αι γνωμαι, των μεν κελευοντων συμβαλειν, των δε ου συμβαλειν. Ην μεν νυν μη συμβαλωμεν, ελπομαι τινα στασιν μεγαλην διασεισειν εμπεσουσαν τα Αθηναιων φρονηματα ωστε μηδισαν ην δε συμβαλωμεν πριν τι και σαθρον Αθηναιων μετεξετεροισι εγγενεσθαι, θεων τα ισα νεμοντων οιοι τε ειμεν περιγενεσθαι τη συμβολη. Ταυτα ων παντα ες σε νυν τεινει και εκ σεο ηρτηται· ην γαρ συ γνωμη τη εμη προσθη, εστι τοι πατρις τε ελευθερη και πολις πρωτη των εν τη Ελλαδι· ην δε την των αποσπευδοντων την συμβολην ελη, υπαρξει τοι των εγω κατελεξα αγαθων τα εναντια.

Seguici