Il lutto degli Spartani per le morti dei re (II)

Inserito in Erodoto.

Επεαν γαρ αποθανη βασιλευς Λακεδαιμονιων, εκ πασης δει Λακεδαιμονος, χωρις Σπαρτιητεων, αριθμω των περιοικων αναγκαστους ες το κηδος ιεναι· τουτων ων και των ειλωτεων και αυτων Σπαρτιητεων επεαν συλλεχθεωσι ες τωυτο πολλαι χιλιαδες, συμμιγα τησι γυναιξι κοπτονται τε τα μετωπα προθυμως και οιμωγη διαχρεωνται απλετω, φαμενοι τον υστατον αιει απογενομενον των βασιλεων, τουτον δη γενεσθαι αριστον. Ος δ' αν εν πολεμω των βασιλεων αποθανη, τουτω δε ειδωλον σκευασαντες εν κλινη ευ εστρωμενη εκφερουσι. Επεαν δε θαψωσι, αγορη δεκα ημερεων ουκ ισταται σφι ουδ' αρχαιρεσιη συνιζει, αλλα πενθεουσι ταυτας τας ημερας.

Il lutto degli Spartani per le morti dei re (I)

Inserito in Erodoto.

Ταυτα μεν ζωουσι τοισι βασιλευσι δεδοται εκ του κοινου των Σπαρτιητεων, αποθανουσι δε ταδε. Ιππεες περιαγγελλουσι το γεγονος κατα πασαν την Λακωνικην, κατα δε την πολιν γυναικες περιιουσαι λεβητας κροτεουσι. Επεαν ων τουτο γινηται τοιουτο, αναγκη εξ οικιης εκαστης ελευθερους δυο καταμιαινεσθαι, ανδρα τε και γυναικα· μη ποιησασι δε τουτο ζημιαι μεγαλαι επικεαται. Νομος δε τοισι Λακεδαιμονιοισι κατα των βασιλεων τους θανατους εστι ωυτος και τοισι βαρβαροισι τοισι εν τη Ασιη· των γαρ ων βαρβαρων οι πλεονες τω αυτω νομω χρεωνται κατα τους θανατους των βασιλεων.

Clistene e i cori tragici di Sicione

Inserito in Erodoto.

Επειτε δε οι το τεμενος απεδεξε, θυσιας τε και ορτας Αδρηστου απελομενος εδωκε τω Μελανιππω. Οι δε Σικυωνιοι εωθεσαν μεγαλωστι καρτα τιμαν τον Αδρηστον η γαρ χωρη ην αυτη Πολυβου, ο δε Αδρηστος ην Πολυβου Θυγατριδεος, απαις δε Πολυβος τελευτων διδοι Αδρηστω την αρχην. Τα τε δη αλλα οι Σικυωνιοι ετιμων τον Αδρηστον και δη προς τα παθεα αυτου τραγικοισι χοροισι εγεραιρον, τον μεν Διονυσον ου τιμωντες, τον δε Αδρηστον. Κλεισθενης δε χορους μεν τω Διονυσω απεδωκε, την δε αλλην θυσιην Μελανιππω.

Un ingegnoso stratagemma

Inserito in Erodoto.

Ο γαρ Ιστιαιος βουλομενος τω Αρισταγορη σημηναι αποστηναι αλλως μεν ουδαμως ειχε ασφαλεως σημηναι ωστε φυλασσομενων των οδων, ο δε των δουλων τον πιστοτατον αποξυρωσας την κεφαλην εστιξε και ανεμεινε αναφυναι τας τριχας· ως δε ανεφυσαν ταχιστα, απεπεμπε ες Μιλητον εντειλαμενος αυτω αλλο μεν ουδεν, επεαν δε απικηται ες Μιλητον, κελευειν Αρισταγορην ξυρωσαντα μιν τας τριχας κατιδεσθαι ες την κεφαλην τα δε στιγματα εσημαινε, ως και προτερον μοι ειρηται, αποστασιν. Ταυτα δε ο Ιστιαιος εποιεε συμφορην ποιευμενος μεγαλην την εωυτου κατοχην την εν Σουσοισι· αποστασιος ων γινομενης πολλας ειχε ελπιδας μετησεσθαι επι θαλασσαν, μη δε νεωτερον τι ποιευσης της Μιλητου ουδαμα ες αυτην ηξειν ετι ελογιζετο.

Origini mitiche del popolo scita

Inserito in Erodoto.

Ως δε Σκυθαι λεγουσι, νεωτατον απαντων εθνεων ειναι το σφετερον, τουτο δε γενεσθαι ωδε. Ανδρα γενεσθαι πρωτον εν τη γη ταυτη εουση ερημω τω ουνομα ειναι Ταργιταον του δε Ταργιταου τουτου τους τοκεας λεγουσι ειναι, εμοι μεν ου πιστα λεγοντες, λεγουσι δ' ων, Δια τε και Βορυσθενεος του ποταμου θυγατερα. Γενεος μεν τοιουτου δη τινος γενεσθαι τον Ταργιταον, τουτου δε γενεσθαι παιδας τρεις, Λιποξαιν και Αρποξαιν και νεωτατον Κολαξαιν. Επι τουτων αρχοντων εκ του ουρανου φερομενα χρυσεα ποιηματα, αροτρον τε και ζυγον και σαγαριν και φιαλην, πεσειν ες την Σκυθικην, και των ιδοντα πρωτον τον πρεσβυτατον ασσον ιεναι βουλομενον αυτα λαβειν, τον δε χρυσον επιοντος καιεσθαι. Απαλλαχθεντος δε τουτου προσιεναι τον δευτερον, και τον αυτις ταυτα ποιεειν. Τους μεν δη καιομενον τον χρυσον απωσασθαι, τριτω δε τω νεωτατω επελθοντι κατασβηναι, και μιν εκεινον κομισαι ες εωυτου· και τους πρεσβυτερους αδελφεους προς ταυτα συγγνοντας την βασιληιην πασαν παραδουναι τω νεωτατω.

Seguici