La mutilazione di Zopiro per ingannare i Babilonesi

Inserito in Erodoto.

Ταυτα εντειλαμενος ηιε επι τας πυλας, πολλα επιστρεφομενος ως δη αληθεως αυτομολος. Ορωντες δε απο των πυργων οι κατα τουτο τεταγμενοι κατετρεχον κατω και ολιγον τι παρακλιναντες την ετερην πυλην ειρωτων τις τε ειη και οτεο δεομενος ηκοι. Ο δε σφι ηγορευε ως ειη τε Ζωπυρος και αυτομολεοι ες εκεινους. Ηγον δη μιν οι πυλουροι, ταυτα ως ηκουσαν, επι τα κοινα των Βαβυλωνιων καταστας δε επ' αυτα κατοικτιζετο, φας υπο Δαρειου πεπονθεναι τα επεπονθεε υπ' εωυτου, παθειν δε ταυτα διοτι συμβουλευσαι οι απανισταναι την στρατιην, επειτε δη ουδεις πορος εφαινετο της αλωσιος. «Νυν τε», εφη λεγων, «εγω υμιν, ω Βαβυλωνιοι, ηκω μεγιστον αγαθον, Δαρειω δε και τη στρατιη και Περσησι μεγιστον κακον ου γαρ δη εμε γε ωδε λωβησαμενος καταπροιξεται· επισταμαι δ' αυτου πασας τας διεξοδους των βουλευματων».

Il «logos tripolitikòs»: Dario è fautore della Monarchia

Inserito in Erodoto.

Τριτος δε Δαρειος απεδεικνυτο γνωμην, λεγων· «Εμοι δε τα μεν ειπε Μεγαβυζος ες το πληθος εχοντα δοκεει ορθως λεξαι, τα δε ες ολιγαρχιην ουκ ορθως. Τριων γαρ προκειμενων και παντων τω λογω αριστων εοντων, δημου τε αριστου και ολιγαρχιης και μουναρχου, πολλω τουτο προεχειν λεγω. Ανδρος γαρ ενος του αριστου ουδεν αμεινον αν φανει η· γνωμη γαρ τοιαυτη χρεωμενος επιτροπευοι αν αμωμητως του πληθεος, σιγωτο τε αν βουλευματα επι δυσμενεας ανδρας ουτω μαλιστα. Εν δε ολιγαρχιη πολλοισι αρετην επασκεουσι ες το κοινον εχθεα ιδια ισχυρα φιλεει εγγινεσθαι· αυτος γαρ εκαστος βουλομενος κορυφαιος ειναι γνωμησι τε νικαν ες εχθεα μεγαλα αλληλοισι απικνεονται, εξ ωυ στασιες εγγινονται, εκ δε των στασιων φονος, εκ δε του φονου απεβη ες μουναρχιην και εν τουτω διεδεξε οσω εστι τουτο αριστον. Δημου τε αυ αρχοντος αδυνατα μη ου κακοτητα εγγινεσθαι· κακοτητος τοινυν εγγινομενης ες τα κοινα εχθεα μεν ουκ εγγινεται τοισι κακοισι, φιλιαι δε ισχυραι· οι γαρ κακουντες τα κοινα συγκυψαντες ποιευσι. Τουτο δε τοιουτο γινεται ες ο αν προστας τις του δημου τους τοιουτους παυση· εκ δε αυτων θωμαζεται ουτος δη υπο του δημου, θωμαζομενος δε αν ων εφανη μουναρχος εων· και εν τουτω δηλοι και ουτος ως η μουναρχιη κρατιστον».

Il «logos tripolitikòs»: Megabizo è fautore dell'oligarchia

Inserito in Erodoto.

Μεγαβυζος δε ολιγαρχιη εκελευε επιτρεπειν, λεγων ταδε· «Τα μεν Οτανης ειπε τυραννιδα παυων, λελεχθω καμοι ταυτα· τα δ' ες το πληθος ανωγε κελευων φερειν το κρατος, γνωμης της αριστης ημαρτηκε. Ομιλου γαρ αχρηιου ουδεν εστι ασυνετωτερον ουδε υβριστοτερον. Καιτοι τυραννου υβριν φευγοντας ανδρας ες δημου ακολαστου υβριν πεσειν εστι ουδαμως ανασχετον ο μεν γαρ ει τι ποιεει, γινωσκων ποιεει, τω δε ουδε γινωσκειν ενι. Κως γαρ αν γινωσκοι ος ουτ' εδιδαχθη ουτε ειδε καλον ουδεν ουδ' οικηιον, ωθεει τε εμπεσων τα πρηγματα ανευ νοου, χειμαρρω ποταμω ικελος; Δημω μεν νυν, οι Περσησι κακον νοευσι, ουτοι χρασθων ημεις δε ανδρων των αριστων επιλεξαντες ομιλιην τουτοισι περιθεωμεν το κρατος· εν γαρ δη τουτοισι και αυτοι ενεσομεθα, αριστων δε ανδρων οικος αριστα βουλευματα γινεσθαι».

Il «logos tripolitikòs»: Otane è fautore dell'isonomia (II)

Inserito in Erodoto.

Καιτοι ανδρα γε τυραννον αφθονον εδει ειναι, εχοντα γε παντα τα αγαθα· το δε υπεναντιον τουτου ες τους πολιητας πεφυκε· φθονεει γαρ τοισι αριστοισι περιεουσι τε και ζωουσι, χαιρει δε τοισι κακιστοισι των αστων, διαβολας δε αριστος ενδεκεσθαι. Αναρμοστοτατον δε παντων ην τε γαρ αυτον μετριως θωμαζης, αχθεται οτι ου καρτα θεραπευεται, ην τε θεραπευη τις καρτα, αχθεται ατε θωπι. Τα δε δη μεγιστα ερχομαι ερεων νομαια τε κινεει πατρια και βιαται γυναικας κτεινει τε ακριτους. Πληθος δε αρχον πρωτα μεν ουνομα παντων καλλιστον εχει, ισονομιην. Δευτερα δε τουτων των ο μουναρχος ποιεει ουδεν παλω μεν γαρ αρχας αρχει, υπευθυνον δε αρχην εχει, βουλευματα δε παντα ες το κοινον αναφερει. Τιθεμαι ων γνωμην μετεντας ημεας μουναρχιην το πληθος αεξειν εν γαρ τω πολλω ενι τα παντα.

Il «logos tripolitikòs»: Otane è fautore dell'isonomia (I)

Inserito in Erodoto.

Οτανης μεν εκελευε ες μεσον Περσησι καταθειναι τα πρηγματα, λεγων ταδε· «Εμοι δοκεει ενα μεν ημεων μουναρχον μηκετι γενεσθαι ουτε γαρ ηδυ ουτε αγαθον. Ειδετε μεν γαρ την Καμβυσεω υβριν επ' οσον επεξηλθε, μετεσχηκατε δε και της του μαγου υβριος. Κως δ' αν ειη χρημα κατηρτημενον μουναρχιη, τη εξεστι ανευθυνω ποιεειν τα βουλεται; Και γαρ αν τον αριστον ανδρων παντων σταντα ες ταυτην την αρχην εκτος των εωθοτων νοηματων στησειε. Εγγινεται μεν γαρ οι υβρις υπο των παρεοντων αγαθων, φθονος δε αρχηθεν εμφυεται ανθρωπω. Δυο δ' εχων ταυτα εχει πασαν κακοτητα· τα μεν γαρ υβρι κεκορημενος ερδει πολλα και ατασθαλα, τα δε φθονω».

Seguici