L'anello di Policrate

Inserito in Erodoto.

Αμασις Πολυκρατει ωδε λεγει. Ηδυ μεν πυνθανεσθαι ανδρα φιλον και ξεινον ευ πρησσοντα, εμοι δε αι σαι μεγαλαι ευτυχιαι ουκ αρεσκουσι, το θειον επισταμενω ως εστι φθονερον. Και κως βουλομαι και αυτος και των αν κηδωμαι το μεν τι ευτυχεειν των πρηγματων, το δε προσπταιειν, και ουτω διαφερειν τον αιωνα εναλλαξ πρησσων η ευτυχεειν τα παντα· ουδενα γαρ κω λογω οιδα ακουσας οστις ες τελος ου κακως ετελευτησε προρριζος, ευτυχεων τα παντα. Συ νυν εμοι πειθομενος ποιησον προς τας ευτυχιας τοιαδε. Φροντισας το αν ευρης εον τοι πλειστου αξιον και επ' ω συ απολομενω μαλιστα την ψυχην αλγησεις, τουτο αποβαλε ουτω οκως μηκετι ηξει ες ανθρωπους. Ην τε μη εναλλαξ ηδη τωπο τουτου αι ευτυχιαι τοι τησι παθησι προσπιπτωσι, τροπω τω εξ εμεο υποκειμενω ακεο.

Erodoto, come Ecateo, entra in contatto con i sacerdoti in Egitto

Inserito in Erodoto.

Προτερον δε Εκαταιω τω λογοποιω εν Θηβησι γενεηλογησαντι εωυτον και αναδησαντι την πατριην ες εκκαιδεκατον θεον εποιησιχν οι ιρεες του Διος οιον τι και εμοι ου γενεηλογησαντι εμεωυτον. Εσαγαγοντες ες το μεγαρον εσω εον μεγα εξηριθμεον δεικνυντες κολοσσους ξυλινους τοσουτους οσους περ ειπον αρχιερευς γαρ εκαστος αυτοθι ιστα επι της εωυτου ζοης εικονα εωυτου· αριθμεοντες ων και δεικνυντες οι ιρεες εμοι απεδεικνυσαν παιδα πατρος εωυτων εκαστον εοντα, εκ του αγχιστα αποθανοντος της εικονος διεξιοντες δια πασεων, ες ο απεδεξαν απασας αυτας. Εκαταιω δε γενεηλογησαντι ειουτον και αναδησαντι ες εκκαιδεκατον θεον αντεγενεηλογησαν επι τη αριθμησι, ου δεκομενοι παρ' αυτου απο θεου γενεσθαι ανθρωπον. Αντεγενεηλογησαν δε ωδε, φαμενοι εκαστον των κολοσσων πιρωμιν εκ πιρωμιος γεγονεναι, ες ο τους πεντε και τεσσερακοντα και τριηκοσιους απεδεξαν κολοσσους πιρωμιν εκ πιροιμιος γενομενον, και ουτε ες θεον ουτε ες ηρωα ανεδησαν αυτους. Πιρωμις δε εστι κατ' Ελλαδα γλωσσαν καλος καγαθος.

Elena in Egitto (II)

Inserito in Erodoto.

«Νυν ων, επειδη περι πολλου ηγημαι μη ξεινοκτονεειν, γυναικα μεν ταυτην και τα χρηματα ου τοι προησω απαγεσθαι, αλλ' αυτα εγω τω Ελληνι ξεινω φυλαξω, ες ο αν αυτος ελθων εκεινος απαγαγεσθαι εθελη· αυτον δε σε και τους σους συμπλοους τριων ημερεων προαγορευω εκ της εμης γης ες αλλην τινα μετορμιζεσθαι, ει δε μη, ατε πολεμιους περιεψεσθαι». Ελενης μεν ταυτην απιξιν παρα Πρωτεα ελεγον οι ιρεες γενεσθαι. Δοκεει δε μοι και Ομηρος τον λογον τουτον πυθεσθαι· αλλ' ου γαρ ομοιως ες την εποποιιην ευπρεπης ην τω ετερω τω περ εχρησατο, ες ο μετηκε αυτον, δηλωσας ως και τουτον επισταιτο τον λογον.

Elena in Egitto (I)

Inserito in Erodoto.

Μετα δε ο Πρωτευς ειρωτα αυτον οκοθεν την Ελενην λαβοι· πλανωμενου δε του Αλεξανδρου εν τω λογω και ου λεγοντος την αληθειην, ηλεγχον οι γενομενοι ικεται εξηγεομενοι παντα λογον του αδικηματος. Τελος δε δη σφι λογον τονδε εκφαινει ο Πρωτευς, λεγων οτι· «Εγω ει μη περι πολλου ηγεομην μηδενα ξεινων κτεινειν, οσοι υπ' ανεμων ηδη απολαμφθεντες ηλθον ες χωρην την εμην, εγω αν σε υπερ του Ελληνος ετεισαμην, ος, ω κακιστε ανδρων, ξεινιων τυχων εργον ανοσιωτατον εργασαο. Παρα του σεωυτου ξεινου την γυναικα ηλθες· και μαλα ταυτα τοι ουκ ηρκεσε, αλλ' αναπτερωσας αυτην οιχεαι εχων εκκλεψας. Και ουδε ταυτα τοι μουνα ηρκεσε, αλλα και τα οικια του ξεινου κεραισας ηκεις».

La ricerca di Erodoto

Inserito in Erodoto.

Μεχρι μεν τουτου οψις τε εμη και γνωμη και ιστοριη ταυτα λεγουσα εστι, το δε απο τουδε Αιγυπτιους ερχομαι λογους ερεων κατα τα ηκουον προσεσται δε τι αυτοισι και της εμης οψιος. Τον Μινα πρωτον βασιλευσαντα Αιγυπτου οι ιρεες ελεγον τουτο μεν απογεφυρωσαι και την Μεμφιν τον γαρ ποταμον παντα ρεειν παρα το ορος το ψαμμινον προς Λιβυης, τον δε Μινα ανωθεν, οσον τε εκατον σταδιους απο Μεμφιος, τον προς μεσαμβριης, αγκωνα προσχωσαντα το μεν αρχαιον ρεεθρον αποξηρηναι, τον δε ποταμον οχετευσαι το μεσον των ορεων ρεειν. Ετι δε και νυν υπο Περσεων ο αγκων ουτος του Νειλου, ως απεργμενος ρεη, εν φυλακησι μεγαλησι εχεται, φρασσομενος ανα παν ετος· ει γαρ εθελησει ρηξας υπερβηναι ο ποταμος ταυτη, κινδυνος παση Μεμφι κατακλυσθηναι εστι.

Seguici