Eracle greco ed Eracle egizio

Inserito in Erodoto.

Ηρακλεος δε περι τονδε τον λογον ηκουσα, οτι ειη των δυωδεκα θεων. Του ετερου δε περι Ηρακλεος, τον Ελληνες οιδασι, ουδαμη Αιγυπτου εδυνασθην ακουσαι. Και μεν οτι γε ου παρ' Ελληνων ελαβον το ουνομα του Ηρακλεος Αιγυπτιοι, αλλ' Ελληνες μαλλον παρ' Αιγυπτιων και Ελληνων ουτοι οι θεμενοι τω Αμφιτρυωνος γονω τουνομα Ηρακλεα, πολλα μοι και αλλα τεκμηρια εστι τουτο ουτω εχειν, εν δε και τοδε, οτι τε του Ηρακλεος τουτου οι γονεες αμφοτεροι ησαν Αμφιτρυων και Αλκμηνη γεγονοτες το ανεκαθεν απ' Αιγυπτου και διοτι Αιγυπτιοι ουτε Ποσειδεωνος ουτε Διοσκουρων τα ουνοματα φασι ειδεναι, ουδε σφι θεοι ουτοι εν τοισι αλλοισι θεοισι αποδεδεχαται. Και μεν ει γε παρ' Ελληνων ελαβον ουνομα τεο δαιμονος, τουτων ουκ ηκιστα αλλα μαλιστα εμελλον μνημην εξειν, ει περ και τοτε ναυτιλιησι εχρεωντο και ησαν Ελληνων τινες ναυτιλοι, ως ελπομαι τε και εμη γνωμη αιρεει· ωστε τουτων αν και μαλλον των θεων τα ουνοματα εξεπιστεατο Αιγυπτιοι η του Ηρακλεος.

Descrizione di Babilonia

Inserito in Erodoto.

Ετετειχιστο μεν νυν η Βαβυλων τροπω τοιωδε. Εστι δε δυο φαρσεα της πολιος· το γαρ μεσον αυτης ποταμος διεργει, τω ουνομα εστι Ευφρητης, ρεει δε εξ Αρμενιων, εων μεγας και βαθυς και ταχυς· εξιει δε ουτος ες την Ερυθρην θαλασσαν. Το ων δη τειχος εκατερον τους αγκωνας ες τον ποταμον εληλαταν το δε απο τουτου αι επικαμπαι παρα χειλος εκατερον του ποταμου αιμασιη πλινθων οπτεων παρατεινει. Το δε αστυ αυτο εον πληρες οικιεων τριοροφων και τετροροφων κατατετμηται τας οδους ιθεας, τας τε αλλας και τας επικαρσιας τας επι τον ποταμον εχουσας. Κατα δη ων εκαστην οδον εν τη αιμασιη τη παρα τον ποταμον πυλιδες επησαν, οσαι περ αι λαυραι, τοσαυται αριθμον ησαν δε και αυται χαλκεαι, φερουσαι και αυται ες αυτον τον ποταμον.

Mancata esposizione di Ciro il Grande dopo la sua nascita

Inserito in Erodoto.

Η δε ως ειδε το παιδιον μεγα τε και ευειδες εον, δακρυσασα και λαβομενη των γουνατων του ανδρος εχρηιζε μηδεμιη τεχνη εκθειναι μιν. Ο δε ουκ εφη οιος τε ειναι αλλως αυτα ποιεειν επιφοιτησειν γαρ κατασκοπους εξ Αρπαγου εποψομενους, απολεεσθαι τε κακιστα ην μη σφεα ποιηση. Ως δε ουκ επειθε αρα τον ανδρα, δευτερα λεγει η γυνη ταδε· «Επει τοινυν ου δυναμαι σε πειθειν μη εκθειναι, συ δε ωδε ποιησον ει δη πασα γε αναγκη οφθηναι εκκειμενον τετοκα γαρ και εγω, τετοκα δε τεθνεος· τουτο μεν φερων προθες, τον δε της Αστυαγεος θυγατρος παιδα ως εξ ημεων εοντα τρεφωμεν. Και ουτω ουτε συ αλωσεαι αδικεων τους δεσποτας, ουτε ημιν κακως βεβουλευμενα εσταν ο τε γαρ τεθνεως βασιληιης ταφης κυρησει και ο περιεων ουκ απολεει την ψυχην».

Il cratere degli Spartani per Creso

Inserito in Erodoto.

Τουτων τε ων εινεκεν οι Λακεδαιμονιοι την συμμαχιην εδεξαντο, και οτι εκ παντων σφεας προκρινας Ελληνων αιρεετο φιλους. Και τουτο μεν αυτοι ησαν ετοιμοι επαγγειλαντι, τουτο δε ποιησαμενοι κρητηρα χαλκεον ζωδιων τε εξωθεν πλησαντες περι το χειλος και μεγαθει τριηκοσιους αμφορεας χωρεοντα ηγον, δωρον βουλομενοι αντιδουναι Κροισω. Ουτος ο κρητηρ ουκ απικετο ες Σαρδις δι αιτιας διφασιας λεγομενας τασδε· οι μεν Λακεδαιμονιοι λεγουσι ως, επειτε αγομενος ες τας Σαρδις ο κρητηρ εγινετο κατα την Σαμιην, πυθομενοι Σαμιοι απελοιατο αυτον νηυσι μακρησι επιπλωσαντες· αυτοι δε Σαμιοι λεγουσι ως, επειτε υστερησαν οι αγοντες των Λακεδαιμονιων τον κρητηρα, επυνθανοντο δε Σαρδις τε και Κροισον ηλωκεναι, απεδοντο τον κρητηρα εν Σαμω, ιδιωτας δε ανδρας πριαμενους αναθειναι μιν ες το Ηραιον ταχα δε αν και οι αποδομενοι λεγοιεν, απικομενοι ες Σπαρτην, ως απαιρεθειησαν υπο Σαμιων.

Solone e Creso

Inserito in Erodoto.

Τα παντα μεν νυν ταυτα συλλαβειν ανθρωπον εοντα αδυνατον εστι, ωσπερ χωρη ουδεμια καταρκεει παντα εωυτη παρεχουσα, αλλα αλλο μεν εχει, ετερου δε επιδεεται· η δε αν τα πλειστα εχη, αυτη αριστη. Ως δε και ανθρωπου σωμα εν ουδεν αυταρκες εστι· το μεν γαρ εχει, αλλου δε ενδεες εστι· ος δ' αν αυτων πλειστα εχων διατελεη και επειτα τελευτηση ευχαριστως τον βιον, ουτος παρ' εμοι το ουνομα τουτο, ω βασιλευ, δικαιος εστι φερεσθαι. Σκοπεειν δε χρη παντος χρηματος την τελευτην κη αποβησεται· πολλοισι γαρ δη υποδεξας ολβον ο θεος προρριζους ανετρεψε.

Seguici