Ostilità mitiche tra Oriente e Occidente (II)

Inserito in Erodoto.

Μετα δε ταυτα Ελληνων τινας (ου γαρ εχουσι τουνομα απηγησασθαι) φασι της Φοινικης ες Τυρον προσσχοντας αρπασαι του βασιλεος την θυγατερα Ευρωπην ειησαν δ' αν ουτοι Κρητες. Ταυτα μεν δη ισα προς ισα σφι γενεσθαι· μετα δε ταυτα Ελληνας αιτιους της δευτερης αδικιης γενεσθαι. Καταπλωσαντας γαρ μακρη νηι ες Αιαν τε την Κολχιδα και επι Φασιν ποταμον, ενθευτεν, διαπρηξαμενους και ταλλα των εινεκεν απικατο, αρπασαι του βασιλεος την θυγατερα Μηδειην. Πεμψαντα δε τον Κολχων βασιλεα ες την Ελλαδα κηρυκα αιτεειν τε δικας της αρπαγης και απαιτεειν την θυγατερα· τους δε υποκρινασθαι ως ουδε εκεινοι Ιους της Αργειης εδοσαν σφι δικας της αρπαγης· ουδε ων αυτοι δωσειν εκεινοισι. Δευτερη δε λεγουσι γενεη μετα ταυτα Αλεξανδρον τον Πριαμου ακηκοοτα ταυτα εθελησαι οι εκ της Ελλαδος δι αρπαγης γενεσθαι γυναικα, επισταμενον παντως οτι ου δωσει δικας.

Ostilità mitiche tra Oriente e Occidente (I)

Inserito in Erodoto.

Το δε Αργος τουτον τον χρονον προειχε απασι των εν τη νυν Ελλαδι καλεομενη χωρη. Απικομενους δε τους Φοινικας ες δη το Αργος τουτο διατιθεσθαι τον φορτον. Πεμπτη δε η εκτη ημερη απ' ης απικοντο, εξεμπολημενων σφι σχεδον παντων, ελθειν επι την θαλασσαν γυναικας αλλας τε πολλας και δη και του βασιλεος θυγατερα· το δε οι ουνομα ειναι, κατα τωυτο το και Ελληνες λεγουσι, Ιουν την Ιναχου. Ταυτας στασας κατα πρυμνην της νεος ωνεεσθαι των φορτιων των σφι ην θυμος μαλιστα, και τους Φοινικας διακελευσαμενους ορμησαι επ' αυτας. Τας μεν δη πλεονας των γυναικων αποφυγειν, την δε Ιουν συν αλλησι αρπασθηναι· εσβαλομενους δε ες την νεα οιχεσθαι αποπλεοντας επ' Αιγυπτου. Ουτω μεν Ιουν ες Αιγυπτον απικεσθαι λεγουσι Περσαι, ουκ ως Ελληνες, και των αδικηματων πρωτον τουτο αρξαι.

Una strana usanza dei Babilonesi

Inserito in Erodoto.

Οι Βαβυλωνιοι κατα κωμας εκαστας απαξ του ετους συνηγον τας παρθενους τας γαμων ωραιος ινα ανδρας ευρισκοιεν ταις παρθενοις, περιξ δε πλειστος ομιλος ανδρων συνηγειρετο. Κηρυξ δε επωλει τας παρθενους, πρωτον μεν την ευειδεστατην εκ πασων, και οστις των ανδρων πλειον αργυριον παρειχε, ειχε την παρθενον· επειτα δε αλλην αν εκηρυσσε, την μετ' εκεινην ευειδεστατην. Και οι μεν πλουσιοι υπερ εβαλλον αλληλους και εξ' ωνουντο τας καλλιστας· οι δε πενητες ουκ εδεοντο καλου ειδους, αλλ' ειχον τας αισχιονας και προσετι ελαμβανον χρηματα. Μετα γαρ την πωλησιν τ κων ευειδεστατων παρθενων, ο κηρυξ αν εκηρυσσε την αμορφοτατην και ουτως εφεξης,αι ει τις εβουλετο αγειν τας αμορφους, αργυριον ελαμβανεν συμμετρον τη της παρθενου αμορφια. Ουτω τω αργυριω τω απο της των καλλιστων πωλησεως και αι αμορφοι εγαμουντο.

Il coccodrillo e l'ippopotamo

Inserito in Erodoto.

Θηρια ο Νειλος τρεφει πολλα μεν και ποικιλα, δυο δε διαφορα την μορφην και το μεγεθος, τον κροκοδειλον και τον ποταμιον ιππον. Ο κροκοδειλος μακροβιος μεν εστι ως ανθρωπος γλωτταν δ' ουκ εχει. Καταβιβρωσκει δ' ου μονον ανθρωπους αλλα και των αλλων ζωων τα προσπελαζοντα τω ποταμω, και τα μεν δηγματα του θηριου αδρα και χαλεπα, τοις δ' ονυξι δεινως σπαραττει την αγραν. Ο ποταμιος ιππος το μεν μεγεθος ουκ ελαττων πηχων πεντε, την δε μορφην παραπλησιος εστι τοις βουσιν, εχει δε ωτα και κερκον και φωνην ιππω ομοια. Το δ' ολον κυτος του σωματος ουκ ανομοιον ελεφαντι, και δερμα παντων σκεδον των θηριων ισχυροτατον. Ποταμιος και χερσαιος εστι και την μεν ημεραν εν τοις υδασι διατριβει, την δε νυκτα επι των αγρων κατανεμεται τον σιτον και τον χορτον.

Le ragioni del pianto di Serse

Inserito in Erodoto.

Μαθων αυτον Αρταβανος ο πατρως, ος το πρωτον γνωμην απεδεξατο ελευθερως ου συμβουλευων Ξερξη στρατευεσθαι επι την Ελλαδα, ουτος ο ανηρ, φρασθεις Ξερξην δακρυοντα, ειρετο ταδε· «Ω βασιλευ, ως πολυ αλληλων κεχωρισμενα ειργασω νυν τε και ολιγω προτερον μακαρισας γαρ σεαυτον δακρυεις». Ο δε ειπεν· «Εσηλθε γαρ με λογισαμενον κατοικτειραι ως βραχυς ειη ο πας ανθρωπινος βιος, ει τουτων γε οντων τοσουτων ουδεις ες εκατοστον ετος περιεσται». Ο δε ημειβετο λεγων· «Ετερα τουτου παρα την ζωην πεπονθαμεν οικτροτερα. Εν γαρ ουτω βραχει βιω ουδεις ουτως ανθρωπος ων ευδαιμων πεφυκε, ουτε τουτων ουτε των αλλων, ω ου παραστησεται πολλακις και ουκι απαξ τεθναναι βουλεσθαι μαλλον η ζην. Αι τε γαρ συμφοραι προσπιπτουσαι και αι νοσοι συνταρασσουσαι και βραχυν οντα μακρον δοκειν ειναι ποιουσι τον βιον. Ουτως ο μεν θανατος, μοχθηρης ουσης της ζωης, καταφυγη αιρετωτατη τω ανθρωπω γεγονε· ο δε θεος, γλυκυν γευσας τον αιωνα, φθονερος εν αυτω ευρισκεται ων».

Seguici