Il pianto di Serse

Inserito in Erodoto.

Επει εγενοντο εν Αβυδω, ηθελησε Ξερξης ιδεσθαι παντα τον στρατον. Και προεπεποιητο γαρ επι κολωνου επιτηδες αυτω ταυτη προεξεδρα λιθου λευκου - εποιησαν δε Αβυδηνοι εντειλαμενου προτερον βασιλεως - ενταυθα ως ιζετο, καθορων επι της ηιονος εθεατο και τον πεζον και τας ναυς, θεωμενος δε ιμερθη των νεων αμιλλαν γιγνομενην ιδεσθαι. Επει δε εγενετο τε και ενικων Φοινικες Σιδωνιοι, ησθη τη αμιλλη και τη στρατια. Ως εωρα παντα μεν τον Ελλησποντον υπο των νεων αποκεκρυμμενον, πασας δε τας ακτας και τα Αβυδηνων πεδια επιπλεα ανθρωπων, ενταυθα ο Ξερξης εαυτον εμακαρισε, μετα δε τουτο εδακρυσε.

Durante la battaglia di Maratona accadde un fatto prodigioso

Inserito in Erodoto.

Εν ταυτη τη εν Μαραθωνι μαχη απεθανον των βαρβαρων κατα εξακισχιλιους και τετρακοσιους ανδρας, Αθηναιων δε εκατον και ενενηκοντα και δυο· επεσον μεν αμφοτερων τοσουτοι. Συνηνεγκε δε αυτοθι Θωμα γενεσθαι τοιονδε· Αθηναιον ανδρα, Επιζηλον τον Κουφαγορεω, εν τη συστασει μαχομενον τε και ανδρα γιγνομενον αγαθον, των ομματων στερηθηναι, ουτε πληγεντα ουδεν του σωματος ουτε βληθεντα, και το λοιπον της ζωης διατελειν απο τουτου του χρονου οντα τυφλον. Λεγειν δε αυτον περι του παθους ηκουσα τοιονδε τινα λογον ανδρα οι δοκειν οπλιτην αντιστηναι μεγαν, ου το γενειον την ασπιδα πασαν σκιαζειν το δε φασμα τουτο εαυτον μεν παρεξελθειν, τον δε εαυτου παραστατην αποκτειναι· ταυτα μεν δη Επιζηλον επυθομην λεγειν.

La beffa di Nitocri, regina di Babilonia

Inserito in Erodoto.

Η αυτη αυτη βασιλεια και απατην τοσηνδε τινα εμηχανησατο. Υπερ των μαλιστα λεωφορων πυλων του αστεος ταφον εαυτη κατεσκευασατο μετεωρον επιπολης αυτων των πυλων, ενεκολαψε δε ες τον ταφον γραμματα λεγοντα ταδε· «Των τις εμου υστερον γιγνομενων Βαβυλωνας βασιλεων ην σπανιση χρηματων, ανοιξας τον ταφον λαβετω οποσα βουλεται χρηματα· μη μεντοι γε μη σπανισας γε αλλως ανοιξη· ου γαρ αμεινον». Ουτος ο ταφος ην ακινητος μεχρις ου ες Δαρειον περιηλθε η βασιλεια. Δαρειω δε και δεινον εδοκει ειναι ταις πυλαις ταυταις μηδεν χρησθαι, και χρηματων κειμενων και αυτων των γραμματων επικαλουμενων, μη ου λαβειν αυτα. Ανοιξας δε τον ταφον ευρε χρηματα μεν ου, τον δε νεκρον και γραμματα λεγοντα ταδε· «Ει μη απληστος τε ησθα χρηματων και αισχροκερδης, ουκ αν νεκρων θηκας ανεωγες». Αυτη μεν νυν η βασιλεια τοιαυτη τις λεγεται γενεσθαι.

Ciro e Creso: Creso viene salvato in modo prodigioso

Inserito in Erodoto.

Και τον Κυρον ακουσαντα α Κροισος ειπε, μεταγνοντα τε και εννοησαντα οτι και αυτος ανθρωπος ων αλλον ανθρωπον, γενομενον εαυτου ευδαιμονια ουκ ελασσω, ζωντα πυρι διδοιη, προς τε τουτοις δεισαντα την τισιν και επιλεξαμενον ως ουδεν ειη των εν ανθρωποις ασφαλεως εχον, κελευειν σβεννυναι την ταχιστην το καιομενον πυρ και καταβιβαζειν Κροισον τε και τους μετα Κροισου. Και τους πειρωμενους ου δυνασθαι ετι του πυρος επικρατησαι. Ενθαυτα λεγεται Κροισον μαθοντα την Κυρου μεταγνωσιν, ως εωρα παντα μεν ανδρα σβεννυντα το πυρ, δυναμενους δε ουκετι καταλαβειν, επιβοησασθαι τον Απολλωνα επικαλουμενον, ει τι αυτω κεχαρισμενον εξ αυτου εδωρηθη, παραστηναι και ρυσασθαι αυτον εκ του παροντος κακου. Τον μεν δακρυοντα επικαλεισθαι τον θεον, εκ δε αιθριας τε και νηνεμιας συνδραμειν εξαπινης νεφη και χειμωνα τε καταρραγηναι και υσαι υδατι λαβροτατω, κατασβεσθηναι τε την πυραν. Ουτω δη μαθοντα τον Κυρον ως ειη ο Κροισος και θεοφιλης και ανηρ αγαθος, καταβιβασαι αυτον απο της πυρας.

Ciro e Creso: Creso, posto sul rogo, ricorda le parole di Solone

Inserito in Erodoto.

Λαβοντες Κροισον, οι Περσαι ηγαγον παρα Κυρον. Ο δε συννησας πυραν μεγαλην ανεβιβασεν επ' αυτην τον Κροισον τε εν πεδαις δεδεμενον και δις επτα Λυδων παρ' αυτον παιδας, εν νοω εχων ειτε ακροθινια ταυτα καθαγιειν θεων οτω, ειτε και ευχην επιτελεσαι θελων, ειτε και πυθομενος τον Κροισον ειναι θεοσεβη τουδε ενεκα ανεβιβασεν επι την πυραν, βουλομενος ειδεναι ει τις αυτον δαιμων ρυσεται του μη ζωντα κατακαυθηναι. Αυτον μεν δη ποιειν ταυτα. Τω δε Κροισω εστωτι επι της πυρας εισελθειν, καιπερ εν κακω οντι τοσουτω, το του Σολωνος, ως αυτω ειη συν θεω ειρημενον, το «μηδενα ειναι των ζωοντων ολβιον». Ως δε αρα αυτον προσστηναι τουτο, αναστεναξαντα ες τρις ονομασαι «Σολων». Και τον Κυρον ακουσαντα κελευσαι τους ερμηνεας επερεσθαι τον Κροισον τινα τουτον επικαλοιτο, και τους προσελθοντας επερωταν. Κροισον δε τεως μεν σιγην εχειν ερωτωμενον, μετα δε, ως ηναγκαζετο, ειπειν· «Ον αν εγω πασι τυραννοις προετιμησα μεγαλων χρηματων ες λογους ελθειν».

Seguici