Ciro e Creso: il figlio muto di Creso

Inserito in Erodoto.

Κατ' αυτον δε Κροισον ταδε εγενετο. Ην αυτω παις, τα μεν αλλα επιεικης, αφωνος δε. Εν τη ουν παρελθουση ευεστοι ο Κροισος το παν ες αυτον επεποιηκει αλλα τε επιφραζομενος, και δη και ες Δελφους περι αυτου επεπομφει χρησομενους· η δε Πυθια αυτω ειπε ταδε· «Ω Κροισε, μη βουλη ανα διοματ' ακουειν παιδος φθεγγομενου, οτι σοι πολυ λωον αυτον αφωνον ειναι· αυδησει γαρ εν ηματι πρωτον ανολβω». Αλισκομενου του τειχους, ηει γαρ των τις Περσων αλλογνοησας Κροισον ως αποκτενων. Κροισος μεν τοινυν ορων αυτον επιοντα υπο της παρουσης συμφορας παρημεληκει, ουδε τι αυτω διεφερε πληγεντι αποθανειν ο δε παις ο αφωνος, ως ειδε επιοντα τον Περσην, υπο δεους τε και κακου ερρηξε φωνην, ειπε δε· «Ωνθρωπε, μη κτεινε Κροισον». Ουτος μεν δη τουτο πρωτον εφθεγξατο, μετα δε τουτο ηδη εφωνει τον παντα χρονον της ζωης.

Cause dell'ostilità fra Greci e Persiani: Alessandro rapisce Elena

Inserito in Erodoto.

Δευτερα δε λεγουσι γενεα μετα ταυτα Αλεξανδρον τον Πριαμου ακηκοοτα ταυτα, εθελησαι οι εκ της Ελλαδος δι αρπαγης γενεσθαι γυναικα, επισταμενον παντως οτι ου δωσει δικας· ουδε γαρ εκεινους διδοναι. Ουτω δη αρπασαντος αυτου Ελενην, τοις Ελλησι δοξαι πρωτον πεμψαντας αγγελους απαιτειν τε Ελενην και δικας της αρπαγης αιτειν. Τους δε, προισχομενων ταυτα, προφερειν αυτοις Μηδειας την αρπαγην, ως ου δοντες αυτοι δικας ουδε εκδοντες απαιτουντων, βουλοιντο σφι παρ' αλλων δικας γιγνεσθαι. Μεχρι μεν ουν τουτου αρπαγας μονας ειναι παρ' αλληλων, το δε απο τουτου Ελληνας δη μεγαλως αιτιους γενεσθαι· προτερους γαρ αρξαι στρατευεσθαι ες την Ασιαν η αυτους ες την Ευρωπην. Το μεν νυν αρπαζειν γυναικας ανδρων αδικιον νομιζειν εργον ειναι, το δε αρπασθεισων σπουδην ποιησασθαι τιμωρειν ανοητων, το δε μηδεμιαν ωραν εχειν αρπασθεισων σωφρονων δηλα γαρ δη οτι, ει μη αυται εβουλοντο, ουκ αν ηρπαζοντο. Σφας μεν δη τους εκ της Ασιας λεγουσι Περσαι αρπαζομενων των γυναικων λογον ουδενα ποιησασθαι, Ελληνας δε Λακεδαιμονιας ενεκα γυναικος στολον μεγαν συναγειραι και επειτα ελθοντας ες την Ασιαν την Πριαμου δυναμιν καθελειν.

Cause dell'ostilità fra Greci e Persiani: i Greci rapiscono Europa e Medea

Inserito in Erodoto.

Ουτω μεν Ιουν ες Αιγυπτον αφικεσθαι λεγουσι Περσαι, ουκ ως Ελληνες, και των αδικηματων πρωτον τουτο αρξαν μετα δε ταυτα Ελληνων τινας (ου γαρ εχουσι τουνομα αφηγησασθαι) φασι της Φοινικης ες Τυρον προσσχοντας αρπασαι του βασιλεως την θυγατερα Ευρωπην. Ειησαν δ' αν ουτοι Κρητες. Ταυτα μεν δη ισα προς ισα σφι γενεσθαι· μετα δε ταυτα Ελληνας αιτιους της δευτερας αδικιας γενεσθαι. Καταπλευσαντας γαρ μακρα νηι ες Αιαν τε την Κολχιδα και επι Φασιν ποταμον, εντευθεν, διαπραξαμενους και ταλλα ων ενεκα αφικοντο, αρπασαι του βασιλεως την θυγατερα Μηδειαν. Πεμψαντα δε τον Κολχον βασιλεα ες την Ελλαδα κηρυκα, αιτειν τε δικας της αρπαγης και απαιτειν την θυγατερα· τους δε υποκρινασθαι ως ουδε εκεινοι Ιους της Αργειας εδοσαν σφι δικας της αρπαγης· ουδε ουν αυτοι δωσειν εκεινοις.

Cause dell'ostilità fra Greci e Persiani: i Fenici rapiscono Iò

Inserito in Erodoto.

Περσων μεν νυν οι λογιοι Φοινικας αιτιους φασι γενεσθαι της διαφορας· τουτους γαρ απο της Ερυθρας καλουμενης θαλασσης αφικομενους επι τηνδε την θαλασσαν και οικησαντας τουτον τον χωρον ον και νυν οικουσιν, αυτικα ναυτιλιαις μακραις επιθεσθαι, απαγοντας δε φορτια Αιγυπτια τε και Ασσυρια τη τε αλλη εσαφικνεισθαι και δη και ες Αργος. Το δε Αργος τουτον τον χρονον προειχε απασι των εν τη Ελλαδι καλουμενη χωρα. Αφικομενους δε τους Φοινικας ες δη το Αργος τουτο διατιθεσθαι τον φορτον. Πεμπτη δε η εκτη ημερα αφ' ης αφικοντο, εξεμπολημενων σφι σχεδον παντων, ελθειν επι την θαλασσαν γυναικας αλλας τε πολλας και δη και του βασιλεως θυγατερα· το δε αυτη ονομα ειναι, κατα ταυτο ο και Ελληνες λεγουσι, Ιουν την Ιναχου. Ταυτας στασας κατα πρυμνην της νεως ωνεισθαι των φορτιων ων αυταις ην θυμος μαλιστα, και τους Φοινικας διακελευσαμενους ορμησαι επ' αυτας. Τας μεν δη πλειονας των γυναικων αποφυγειν, την δε Ιουν συν αλλαις αρπασθηναν εσβαλομενους δε ες την ναυν οιχεσθαι αποπλεοντας επ Αιγυπτου.

La battaglia delle Termopili

Inserito in Erodoto.

Οι τε δη βαρβαροι οι αμφι Ξερξην προσδεσαν, και οι αμφι Λεωνιδαν Ελληνες ηδη πολλω μαλλον η κατ' αρχας επεξηεσαν εις το ευρυτερον του αυχενος. Το μεν γαρ ερυμα του τειχους εφυλασσετο, οι δε ανα τας προτερας ημερας υπεξιοντες εις τα στενοπορα εμαχοντο. Τοτε δη συμμιγνυντες εξω των στενων επιπτον πολλοι των βαρβαρων δπισθε γαρ οι ηγεμονες των τελων εχοντες μαστιγας ερραπιζον παντα ανδρα, αει εις το προσω εποτρυνοντες. Ατε γαρ επισταμενοι τον μελλοντα αυτοις εσεσθαι θανατον εκ των περιιοντων το ορος, οι Λακεδαιμονιοι απεδεικνυντο ρωμης οσον ειχον μεγιστον ες τους βαρβαρους. Και Λεωνιδας τε εν τουτω τw πονω πιπτει, ανηρ γενομενος αριστος, και παντες οι αλλοι μετ' αυτου ονομαστοι Σπαρτιατων.

Seguici