Eroismo spartano alle Termopili

Inserito in Erodoto.

Λακεδαιμονιων δε και Θεσπιεων τοιουτων γενομενων ομως λεγεται ανηρ αριστος γενεσθαι Σπαρτιητης Διηνεκης τον τοδε φασι ειπειν το επος πριν η συμμειξαι σφεας τοισι Μηδοισι, πυθομενον προς τεο των Τρηχινιων ως επεαν οι βαρβαροι απιωσι τα τοξευματα, τον ηλιον υπο του πληθεος των οιστων αποκρυπτουσι· τοσουτο το πληθος αυτων ειναι· τον δε ουκ εκπλαγεντα τουτοισι ειπειν, εν αλογιη ποιευμενον το των Μηδων πληθος, ως παντα σφι αγαθα ο Τρηχινιος ξεινος αγγελλοι, ει αποκρυπτοντων των Μηδων τον ηλιον υπο σκιη εσοιτο προς αυτους η μαχη και ουκ εν ηλιω. Ταυτα μεν και αλλα τοιουτοτροπα επεα φασι Διηνεκεα τον Λακεδαιμονιον λιπεσθαι μνημοσυνα.

Il ruolo di Temistocle durante la seconda guerra Persiana

Inserito in Erodoto.

Ηυ δε των τις Αθηναιων ανηρ ες πρωτους νεωστι παριων, τω ουνομα μεν ην Θεμιστοκλεης, παις δε Νεοκλεος εκαλεετο. Ουτος ωνηρ ουκ εφη παν ορθως τους χρησμολογους συμβαλλεσθαι, λεγων τοιαδε, ει ες Αθηναιους ειχε το επος ειρημενον εοντως, ουκ αν ουτω μιν δοκεειν ηπιως χρησθηναι, αλλα ωδε· «Τω σχετλιη Σαλαμις» αντι του· «Τω θειη Σαλαμις», ει περ γε εμελλον οι οικητορες αμφ' αυτη τελευτησειν αλλα γαρ ες τους πολεμιους τω θεω ειρησθαι το χρηστηριον συλλαμβανοντι κατα το ορθον, αλλ' ουκ ες Αθηναιους. Παρασκευαζεσθαι ων αυτους ως ναυμαχησοντας συνεβουλευε, ως τουτου εοντος του ξυλινου τειχεος. Ταυ τη Θεμιστοκλεος αποφαινομενου, Αθηναιοι ταυτα σφι εγνωσαν αιρετωτερα ειναι μαλλον η τα των χρησμολογων, οι ουκ εων ναυμαχιην αρτεεσθαι, το δε συμπαν ειπαι ουδε χειρας ανταειρεσθαι, αλλα εκλιποντας χωρην την Αττικην αλλην τινα οικιζειν.

Esaltazione del ruolo di Atene contro i Persiani

Inserito in Erodoto.

Ενθαυτα αναγκαιη εξεργομαι γνωμην αποδεξασθαι επιφθονον μεν προς των πλεονων ανθρωπον, ομως δε, τη γε μοι φαινεται ειναι αληθες, ουκ επισχησω. Ει Αθηναιοι καταρρωδησαντες τον επιοντα κινδυνον εξελιπον την σφετερην, η και μη εκλιποντες αλλα μειναντες εδοσαν σφεας αυτους Ξερξη, κατα την θαλασσαν ουδαμοι αν επειρωντο αντιουμενοι βασιλει. Ει τοινυν κατα την θαλασσαν μηδεις ηντιουτο Ξερξη, κατα γε αν την ηπειρον τοιαδε εγενετο. Ει και πολλοι τειχεων κιθωνες ησαν εληλαμενοι δια του Ισθμου Πελοποννησιοισι, προδοθεντες αν Λακεδαι­μονιοι υπο των συμμαχων, ουκ εκοντων αλλ' υπ αναγκαιης, κατα πολις αλισκομενων υπο του ναυτικου στρατου του βαρβαρου, εμουνωθησαν μουνωθεντες δε αν και αποδεξαμενοι εργα μεγαλα απεθανον γενναιως.

Sentimenti contrastanti di fronte all'avanzata dei Persiani

Inserito in Erodoto.

Η δε στρατηλασιη η βασιλεος ουνομα μεν ειχε ως επ' Αθηνας ελαυνει, κατιετο δε ες πασαν την Ελλαδα. Πυνθανομενοι δε ταυτα προ πολλου οι Ελληνες ουκ εν ομοιω παντες εποιευντο· οι μεν γαρ αυτων δοντες γην τε και υδωρ τω Περση ειχον θαρσος ως ουδεν πεισομενοι αχαρι προς του βαρβαρου· οι δε ου δοντες εν δειματι μεγαλω κατεστασαν, ατε ουτε νεων εουσεων εν τη Ελλαδι αριθμον αξιομαχων δεκεσθαι τον επιοντα, ουτε βουλομενων των πολλων ανταπτεσθαι του πολεμου, μηδιζοντων δε προθυμως.

Il ponte di barche sull'Ellesponto

Inserito in Erodoto.

Και οι μεν ταυτα εποιευν τοισι προσεκειτο αυτη η αχαρις τιμη, τας δε αλλοι αρχιτεκτονες εζευγνυσαν. Εζευγνυσαν δε ωδε, πεντηκοντερους και τριηρεας συνθεντες, υπο μεν την προς του Ευξεινου Ποντου εξηκοντα τε και τριηκοσιας, υπο δε την ετερην τεσσερεσκαιδεκα και τριηκοσιας, του μεν Ποντου επικαρσιας, του δε Ελλησποντου κατα ροον, ινα ανακωχευη τον τονον των οπλων. Συνθεντες δε αγκυρας κατηκαν περιμηκεας, τας μεν προς του Ποντου της ετερης των ανεμων εινεκεν των εσωθεν εκπνεοντων, της δε ετερης προς εσπερης τε και του Αιγαιου Ζεφυρου τε και Νοτου εινεκα.

Seguici