La beffa della regina Nitocri

Inserito in Erodoto.

Η δ' αυτη αυτη βασιλεια και απατην τοσηνδε τινα εμηχανησατο. Υπερ των μαλιστα λεωφορων πυλεων του αστεος ταφον εωυτη κατεσκευασατο μετεωρον επιπολης αυτεων των πυλεων, ενεκολαψε δε ες τον ταφον γραμματα λεγοντα ταδε: << Των τις εμεο υστερον γινομενων Βαβυλωνος βασιλεων ην σπανιση χρηματων, ανοιξας τον ταφον λαβετω οκοσα βουλεται χρηματα: μη μεντοι γε μη σπανισας γε αλλως ανοιξη ου γαρ αμεινον >>. Ουτος ο ταφος ην ακινητος μεχρις ου ες Δαρειον περιηλθε η βασιληιη. Δαρειω δε και δεινον εδοκεε ειναι τησι πυλησι ταυτησι μηδεν χρασθαι, και χρηματων κειμενων και αυτων των γραμματων επικαλεομενων, μη ου λαβειν αυτα. Ανοιξας δε τον ταφον ευρε χρηματα μεν ου, τον δε νεκρον και γραμματα λεγοντα ταδε: << Ει μη απληστος τε εας χρηματων και αισχροκερδης, ουκ αν νεκρων θηκας ανοιγες >>. Αυτη μεν νυν η βασιλεια τοιαυτη τις λεγεται γενεσθαι.

Seguici