I Persiani incendiano Atene

Inserito in Erodoto.

Χρονω δ' εκ των απορων εφανη δη τις εσοδος τοισι βαρβαροισι· εδεε γαρ κατα το θεοπροπιον πασαν την Αττικην την εν τη ηπειρω γενεσθαι υπο Περσησι. Εμπροσθε ων της ακροπολιος, οπισθε δε των πυλεων και της ανοδου, τη δη ουτε τις εφυλασσε ουτ' αν ηλπισε μη κοτε τις κατα ταυτα αναβαιη ανθρωπων, ταυτη ανεβησαν τινες κατα το ιρον της Κεκροπος θυγατρος Αγλαυρου, καιπερ αποκρημνου εοντος του χωρου. Ως δε ειδον αυτους αναβεβηκοτας οι Αθηναιοι επι την ακροπολιν, οι μεν ερριπτεον εωυτους κατα του τειχεος κατω και διεφθειροντο, οι δε ες το μεγαρον κατεφευγον. Των δε Περσεων οι αναβεβηκοτες πρωτον μεν ετραποντο προς τας πυλας, ταυτας δε ανοιξαντες τους ικετας εφονευον επει δε σφι παντες κατεστρωντο, το ιρον συλησαντες ενεπρησαν πασαν την ακροπολιν.


La traduzione è visibile ai soli utenti Registrati

Seguici