Temistocle e l'inganno di Sicinno

Inserito in Erodoto.

Ενθαυτα Θεμιστοκλεης ως εσσουτο τη γνωμη υπο των Πελοποννησιων, λαθων εξερχεται εκ του συνεδριου, εξελθων δε πεμπει ες το στρατοπεδον το Μηδων ανδρα πλοιω, εντειλαμενος τα λεγειν χρεον, τω ουνομα μεν ην Σικιννος, οικετης δε και παιδαγωγος ην των Θεμιστοκλεος παιδων τον δη υστερον τουτων των πρηγματων ο Θεμιστοκλεης Θεσπιεα τε εποιησε, ως επεδεκοντο οι Θεσπιεες πολιητας, και χρημασι ολβιον. Ος τοτε πλοιω απικομενος ελεγε προς τους στρατηγους των βαρβαρων ταδε· «Επεμψε με ο στρατηγος ο Αθηναιων λαθρη των αλλων Ελληνων (τυγχανει γαρ φρονεων τα βασιλεος και βουλομενος μαλλον τα υμετερα κατυπερθε γινεσθαι η τα των Ελληνων πρηγματα) φρασοντα οτι οι Ελληνες δρησμον βουλευονται καταρρωδηκοτες, και νυν παρεχει καλλιστον υμεας εργον απαντων εξεργασασθαι, ην μη περιιδητε διαδραντας αυτους. Ουτε γαρ αλληλοισι ομοφρονεουσι ουτ' ετι αντιστησονται υμιν, προς εωυτους τε σφεας οψεσθε ναυμαχεοντας, τους τε τα υμετερα φρονεοντας και τους μη».


La traduzione è visibile ai soli utenti Registrati

Seguici