Valore di Artemisia

Inserito in Erodoto.

Τουτο μεν τοιουτο αυτη συνηνεικε γενεσθαι, διαφυγειν τε και μη απολεσθαι, τουτο δε συνεβη ωστε κακον εργασαμενην απο τουτων αυτην μαλιστα ευδοκιμησαι παρα Ξερξη. Λεγεται γαρ βασιλεα θηευμενον μαθειν την νεα εμβαλλουσαν, και δη τινα ειπειν των παρεοντων· «Δεσποτα, ορας Αρτεμισιην ως ευ αγωνιζεται και νεα των πολεμιων κατεδυσε;» και τον επειρεσθαι ει αληθεως εστι Αρτεμισιης το εργον, και τους φαναι, σαφεως το επισημον της νεος επισταμενους· την δε διαφθαρεισαν ηπιστεατο ειναι πολεμιην. Τα τε γαρ αλλα, ως ειρηται, αυτη συνηνεικε ες ευτυχιην γενομενα και το των εκ της Καλυνδικης νεος μηδενα αποσωθεντα κατηγορον γενεσθαι. Εερξην δε ειπειν λεγεται προς τα φραζομενα· «Οι μεν ανδρες γεγονασι μοι γυναικες, αι δε γυναικες ανδρες». Ταυτα μεν Ξερξην φασι ειπειν.


La traduzione è visibile ai soli utenti Registrati

Seguici