Onore a tutti gli eroi, non solo ai capi

Inserito in Eschine.

Ησαν τινες, ω ανδρες Αθηναιοι, κατα τους τοτε καιρους, οι πονον υπομειναντες και μεγαλους κινδυνους επι τω Στρυμονι ποταμω ενικων μαχομενοι Μηδους ουτοι δευρο αφικομενοι τον δημον ητησαν δωρεαν και εδωκεν αυτοις ο δημος τιμας μεγαλας, ως τοτ' εδοκει, τρεις λιθινους Ερμας στησαι εν τη οτοα τη των Ερμων, εφ' ω τε μη επιγραφειν το ονομα το εαυτων, ινα μη των στρατηγων, αλλα του δημου δοκη ειναι το επιγραμμα. Προελθετε δη τη διανοια και εις την στοαν την ποικιλην: απαντων γαρ υμιν των καλων εργων τα υπομνηματα εν τη αγορα ανακειται. Τι ουν εστιν, ω ανδρες Αθηναιοι, ο εγω λεγω; Ενταυθα η εν Μαραθωνι μαχη γεγραπται. Τις ουν ην ο στρατηγος; Ουτωσι μεν ερωτηθεντες απαντες αποκριναισθε αν οτι Μιλτιαδης, εκει δε ουχ επιγεγραπται. Πως; Ουκ ητησε ταυτην την δωρεαν; Ηιτησεν, αλλ' ο δημος ουκ εδωκεν, αλλ' αντι του ονοματος συνεχωρησεν αυτω πρωτω γραφηναι παρακαλουντι τους στρατιωτας.


La traduzione è visibile ai soli utenti Registrati

Seguici