Le dure leggi di Licurgo

Τους Σπαρτιατων παιδας ουκ επι ωνητοις ουδε μισθιοις εποιησατο παιδαγωγοις ο Λυκουργος, ουδ' εξην εκαστω τρεφειν ουδε παιδευειν ως εβουλετο τον υιον, αλλα παντας ευθυς επταετεις γενομενους εις αγελας κατελοχιζε καν μετ' αλληλων ειθιζε συμπαιζειν και συσχολαζειν. Γραμματα μεν ενεκα της χρειας εμανθανον η δ' αλλη πασα παιδεια προς το αρχεσθαι καλως εγιγνετο και καρτερειν πονουντα και νικαν μαχομενον. Γενομενοι δε δωδεκαετεις ανευ χιτωνος ηδη διετελουν, εν ιματιον εις τον ενιαυτον λαμβανοντες, αυχμηροι τα σωματα και λουτρων και αλειμματων απειροι. Εκαθευδον δ' ομου κατ' ιλην και αγελην επι στιβαδων, ος αυτοις συνεφορουν, του παρα τον Ευρωταν ποταμον πεφυκοτος καλαμου τα ακρα ταις χερσιν ανευ σιδηρου κατακλασαντες. Ατιμιαν δε τινα και προσεθηκε τοις αγαμοις. Ειργοντο μεν γαρ εν ταις γυμνοπαιδιαις της θεας, τιμης δε και θεραπειας, ην οι νεοι τοις πρεσβυτεροις παρειχον, παντελως εστεροντο.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2020 VersioniDiGreco.it